Ancient Greek · ~11 min
Chapter 4
Testamentum Abrahae, The Testament of Abraham Recension A 4
Not analysed yet
IV. εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· Ἄπελθε, υἱέ μου ἀγαπητὲ, εἰς τὸ ταμεῖον τοῦ τρικλίνου καὶ καλλώπισον αὐτό· στρῶσον δὲ ἡμῖν ἐκεῖ δύο κλινάρια, ἕνα ἐμὸν καὶ ἕνα τοῦ ἀνθρώπου τούτου τοῦ ἐπιξενισθέντος ἡμῖν σήμερον· ἑτοίμασον δὲ ἡμῖν ἐκεῖ δίφρον καὶ λυχνίαν καὶ τράπεζαν ἐν ἀφθονίᾳ παντὸς ἀγαθοῦ· καλλώπισον τὸ οἴκημα, τέκνον, καὶ ὑφάπλωσον σινδόνας καὶ πορφύραν καὶ βύσσον· θυμίασον πᾶν τίμιον καὶ ἔνδοξον θυμίαμα, καὶ βοτάνας εὐόσμους ἐκ τοῦ παραδείσου ἐνέγκας πλήρωσον τὸν οἶκον ἡμῶν· ἄναψον λύχνους ἑπτὰ διελαίους ὅπως εὐφρανθῶμεν, ὅτι ὁ ἀνὴρ οὗτος ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον ἐνδοξότερος ὑπάρχει βασιλέων καὶ ἀρχόντων, ὅτι καὶ ἡ ὅρασις αὐτοῦ ὑπερφέρει πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. ὁ δὲ Ἰσαὰκ ἡτοίμασεν πάντα καλώς· παραλαβὼν δὲ Ἁβραὰμ τὸν ἀρχάγγελον Μιχαὴλ, ἀνῆλθεν ἐν τῷ οἰκήματι τοῦ τρικλίνου, καὶ ἐκαθέσθησαν ἀμφότεροι ἐπὶ τὰ κλινάρια, μέσον δὲ αὐτῶν προῆγε τράπεζαν ἐν ἀφθονίᾳ παντός ἀγαθοῦ. ἐγερθεὶς οὖν ὁ ἀρχιστράτηγος ἐξῆλθεν ἔξω, ὡς δῆθεν γαστρὸς χρείᾳ ὕδατος χύσιν ποιῆσαι, καὶ ἀνῆλθεν εἰς τὸν οὐρανόν ἐν ῥιπῇ ὀφθαλμοῦ καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ, καὶ εἶπεν πρὸς αὐτόν· Δέσποτα κύριε, ἵνα γινώσκῃ τὸ σὸν κράτος ὅτι ἐγὼ τὴν μνήμην τοῦ θανάτου πρὸς τὸν δίκαιον ἄνδρα ἐκεῖνον ἀναγγεῖλαι οὐ δύναμαι, ὅτι οὐκ εἶδον ἐπὶ τῆς γῆς ἄνθρωπον ὅμοιον αὐτοῦ, ἐλεήμονα, φιλόξενον, δίκαιον, ἀληθινὸν, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ νῦν γίνωσκε, κύριε, ὅτι ἑγὼ τὴν μνείαν τοῦ θανάτου ἀναγγεῖλαι οὐ δύναμαι. ὁ δὲ κύριος εἶπεν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς τὸν φίλον μου Ἁβραὰμ, καὶ ὅτι ἐὰν λέγῃ σοι, τοῦτο καὶ ποίει. καὶ ὅτι ἐὰν ἐσθίῃ, ἔσθιε καὶ σὺ μετʼ αὐτοῦ· ἐγὼ δὲ ἐπιβαλῶ τὸ πνεῦμά μου τὸ ἅγιον ἐπὶ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ, καὶ ῥίψω τὴν μνήμην τοῦ θανάτου αὐτοῦ εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ, ἵνα καὶ αὐτὸς ἐν ὀνείρῳ θεάσηται τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Ἰσαὰκ δὲ ἀναγγελεῖ τὸ ὅραμα, σὺ δὲ διακρινεῖς· καὶ αὐτὸς γνώσεται τὸ τέλος αὐτοῦ. καὶ ὁ ἀρχιστράτηγος εἶπεν· Κύριε, πάντα τὰ ἐπουράνια πνεύματα ὑπάρχουσιν ἀσώματα, καὶ οὔτε ἐσθίουσιν οὔτε πίνουσιν καὶ οὗτος δὲ ἐμοὶ τράπεζαν παρέθετο ἐν ἀφθονίᾳ πάντων ἀγαθῶν τῶν ἐπιγείων καὶ φθαρτῶν· καὶ νῦν, κύριε, τί ποιήσω; πῶς διαλάθωμαι τοῦτον, καθήμενος ἐν μιᾷ τραπέζῃ μετʼ αὐτοῦ; ὁ δὲ κύριος εἶπεν· Κάτελθε πρὸς αὐτὸν, καὶ περὶ τούτου μή σοι μελείτω· καθεζομένου γὰρ σοῦ μετʼ αὐτοῦ ἐγὼ ἀποστελῶ ἐπί σε πνεῦμα παμφάγον, καὶ ἀναλίσκει ἐκ τῶν χειρῶν σου καὶ διὰ τοῦ στόματός σου πάντα τὰ ἐπὶ τῆς τραπέζης· καὶ συνευφράνθητι μετʼ αὐτοῦ ἐν πᾶσιν· μόνον τὰ τοῦ ὁράματος διακρινεῖς καλῶς ὅπως ἂν γνώσεται Ἁβραὰμ τὴν τοῦ θανάτου δρεπάνην, καὶ τὸ τοῦ βίου ἄδηλον πέρας, καὶ ἵνα ποιήσῃ διάταξιν περὶ πάντων τῶν ὑπαρχόντων αὐτοῦ, ὅτι ηὐλόγησα αὐτὸν ὑπὲρ ἄμμον θαλάσσης, καὶ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.