Ancient Greek · ~1 min
Chapter 1
Testamentum Abrahae, The Testament of Abraham Recension B 1
Not analysed yet
Ι. Ἐκένετο ἡνίκα ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου τοῦ Ἁβραὰμ, εἶπεν κύριος πρὸς Μιχαήλ· Ἀνάστηθι καὶ πορεύθητι πρὸς Ἁβραὰμ τὸν δοῦλόν μου, καὶ εἰπὲ αὐτῷ ὅπως ἐξελεύσῃ τοῦ βίου, ὅτι ἰδοὺ ἐπληρώθησαν αἱ ἡμέραι τῆς προσκαίρου ζωῆς σου· ὅπως διοικήσῃ τὰ τοῦ οἴκου αὐτοῦ πρὶν ἀποθανεῖν.