Ancient Greek
Chapter 2
Testamentum Abrahae, The Testament of Abraham Recension B 2
Not analysed yet
ΙΙ. καὶ ἐπορεύθη Μιχαὴλ καὶ ἦλθεν πρὸς Ἁβραὰμ, καὶ εὖρεν αὐτὸν καθιζόμενον ἔμπροσθεν τῶν βοῶν αὐτοῦ εἰς ἀροτριασμόνʼ ὑπῆρχεν δὲ γηραλέος πάνυ τῇ ἰδέᾳ· εἶχεν δὲ ἐνηγκαλισμένον τὸν υἱὸν αὐτοῦ. ἰδὼν οὖν Ἁβραὰμ τὸν ρχώγγελον Μιχαὴλ, ἀναστὰς ἐκ τῆς γῆς ἠσπάσατο αὐτὸν, μὴ εἰδὼς τίς ἐστιν, καὶ εἶπεν πρὸς αὐτόν· Σῶσόν σε ὁ θεός· ἄναστα καλῶς πορευόμενος τὴν ὁδόν σου. καὶ ἀπεκρίθη αὐτῷ Μιχαήλ· Φιλάνθρωπος εἶ σὺ, καλὲ πάτερ. καὶ ἀπεκρίθη Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· Ἐλθέ, ἔγγισόν μοι, ἀδελφὲ, καὶ καθέζου ὀλίγην ὥραν ἵνα προστάξω ἐνεχθῆναι ζῶον, ἵνα ἀπέλθωμεν ἐν τῷ οἴκῳ μου καὶ ἀναπαύῃς μετʼ ἐμοῦ, ὅτι πρὸς ἑσπέρᾳ ἐστὶν, καὶ τῷ πρωῒ ἀναστὰς πορεύου ὅπου ἂν βούλῃ, μήπως συναντήσῃ σοι θηρίον πονηρὸν καὶ καταικίσῃ σε. ἠρώτησεν δὲ Μιχαὴλ τὸν Ἀβραὰμ λέγων· Εἰπέ μοι τὸ ὄνομά σου, πρὶν εἰσελθεῖν ἐν τῷ οἴκῳ σου, μὴ ἐπιβαρὴς γένωμαί σοι. καὶ ἀπεκρίθη Αβραὰμ καὶ εἶπεν· Οἱ γονεῖς μου ὠνόμασάν με Ἁβρὰμ, καὶ ὁ κύριος ἐπωνόμασέν με Ἀβραὰμ, λέγων· Ἀνάστηθι καὶ πορεύου ἐκ τοῦ οἴκου σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω· καὶ ἀπελθόντος μου εἰς τὴν γῆν ἣν ὑπέδειξέ μοι ὁ κύριος, εἴρηκέν μοι· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἁβρὰμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἀβραάμ. ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν αὐτῷ· Συγχώρησόν μοι, πάτερ μου, ἄνθρωπε τοῦ θεοῦ μεμελετημένε, ὅτι ξένος εἰμὶ, καὶ ἤκουσα περί σου ὅτε ἀπῆλθες σταδίους τεσσαράκοντα καὶ ἤνεγκας μόσχον, καὶ ἔθυσας αὐτὸν, ξενιζόμενος ἀγγέλους ἐν τῷ οἴκῳ σου, ἵνα ἀναπαυθῶσιν. ταῦτα ἀμφότεροι λαλήσαντες, ἀναστάντες ἐν τῷ οἴκῳ ἐπορεύοντο. ἐκάλεσεν δὲ Ἁβραὰμ ἕνα τῶν παίδων αὐτοῦ καὶ εἶπεν αὐτῷ· Πορεύθητι, ἄγαγέ μοι κτῆνος ὅπως καθίσῃ ἐπʼ αὐτὸν ὁ ξένος, ὅτι ἐκοπιάθη ἐκ τῆς ὁδοιπορίας. καὶ εἶπεν Μιχαήλ· Μὴ σκύλλε τὸ παιδάριον, ἀλλὰ ἀπέλθωμεν μετεωριζόμενοι ἕως οὗ φθάσωμεν ἐν τῷ οἴκῳ σου, διότι ἠγάπησά σου τὴν ὁμιλίαν.