Ancient Greek · ~7 min
Chapter 10
Testamentum Abrahae, The Testament of Abraham Recension B 10
Not analysed yet
Χ. καὶ λέγει Ἀβραάμ· Κύριέ μου, παρακαλῶ σε ἵνα ἀναγάγῃς με εἰς τὸν τόπον τοῦ κριτηρίου ὅπως κἀγὼ θεάσωμαι αὐτὰς πῶς κρίνονται. τότε Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ νεφέλης, καὶ ἤγαγεν αὐτὸν εἰς τὸν παράδεισον· καὶ ὡς ἔφθασεν εἰς τὸν τόπον ὅπου ἦν ὁ κριτής, ἦλθεν ὁ ἄγγελος καὶ ἔδωκεν τὴν ψυχὴν ἐκείνην εἰς τὸν κριτήν· ἔλεγεν δὲ ἡ ψυχή· Ἐλέησόν με, κύριε. καὶ εἶπεν ὁ κριτής· Πῶς ἐλεήσω σε, ὅτι σὺ οὐκ ἠλέησας τὴν θυγατέρα σου ἥνπερ εἶχες, τὸν καρπὸν τῆς κοιλίας σου; διὰ τί ἐφόνευσας αὐτήν; καὶ ἀπεκρίθη· Οὐχὶ, κύριε· φόνος ἐξ ἐμοῦ οὐ γέγονεν, ἀλλʼ αὐτὴ ἡ θυγάτηρ μου κατεψεύσατό μου. ὁ δὲ κριτὴς ἐκέλευσεν ἐλθεῖν τὸν τὰ ὑπομνήματα γράφοντα. καὶ ἰδοὺ χερουβὶμ βαστάζοντα βιβλία δύο, καὶ ἦν μετʼ αὐτῶν ἀνήρ παμμεγέθὴς σφόδρα· καὶ εἶχεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ τρεῖς στεφάνους, καὶ ὁ εἶς στέφανος ὑψηλότερος ὑπῆρχεν τῶν ἑτέρων δύο στεφάνων· οἱ δὲ στέφανοι ἐκαλοῦντο στέφανοι μαρτυρίας. καὶ εἶχεν ὁ ἀνὴρ ἐν τῇ χειρὶ αὐτοῦ κάλαμον χρυσοῦν. καὶ λέγει ὁ κριτὴς πρὸς αὐτόν· Σύστησον τὴν ἁμαρτίαν τῆς ψυχῆς ταύτης. καὶ ἀναπτύξας ὁ ἀνήρ ἐκεῖνος μίαν τῶν βιβλίων τῶν ὄντων ἐκ τῶν χερουβὶμ ἀνεζήτησεν τὴν ἁμαρτίαν τῆς ψυχῆς τῆς γυναικὸς, καὶ εὖρεν. καὶ εἶπεν ὁ κριτής· Ὦ ταλαίπωρε ψυχὴ, πῶς λέγεις ὅτι φόνον οὐκ ἐποίησας; οὐχὶ σὺ ἀπελθοῦσα μετὰ τὴν τελευτὴν τοῦ ἀνδρός σου, ἐμοίχευσας τὸν ἄνδρα τῆς θυγατρός σου, καὶ ἀπέκτεινας αὐτήν; ἤλεγχε δὲ καὶ τὰς ἄλλας ἁμαρτίας αὐτῆς, καὶ εἴ τι ἔπραξεν ἐκ νεότητος αὐτῆς. ταῦτα ἀκούσασα ἡ γυνὴ ἐβόησεν λέγουσα· Οἴμοι, οἴμοι, ὅτι πάσας τὰς ἁμαρτίας μου ἂς ἐποίησα ἐν τῷ κόσμῳ ἐληθάργησα· ἐνταῦθα δὲ οὐκ ἐληθαροήθησαν. τότε ᾖραν καὶ αὐτὴν καὶ παρέδωκαν τοῖς βασανισταῖς.