Ancient Greek · ~5 min
Chapter 11
Testamentum Abrahae, The Testament of Abraham Recension B 11
Not analysed yet
XΙ καὶ εἶπεν Ἁβραὰμ πρὸς Μιχαήλ· Κύριε, τίς ἐστιν οὗτος ὁ κριτὴς, καὶ τίς ἐστιν ὁ ἄλλος, ὁ ἐλέγχων τὰς ἁμαρτίας; καὶ λέγει Μιχαὴλ πρὸς Ἁβραάμ· Θεωρεῖς τὸν κριτήν; οὗτός ἐστιν ὁ Ἄβελ, ὁ ἐν πρώτοις μαρτυρήσας· καὶ ἤνεγκεν αὐτὸν ὧδε ὁ θεὸς κρίνειν. καὶ ὁ ἀποδεικνύμενος οὗτός ἐστιν ὁ διδάσκαλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ γραμματεὺς τῆς δικαιοσύνης Ἐνώχ· ἀπέστειλεν γὰρ κύριος αὐτοὺς ἐνταῦθα, ἵνα ἀπογράφωσιν τάς ἁμαρτίας καὶ τάς δικαιοσύνας ἑκάστου. καὶ λέγει ὁ Ἀβραάμ· Καὶ πῶς δύναται Ἐνὼχ βαστάσαι τὸ βάρος τῶν ψυχῶν, μὴ ἰδὼν θάνατον; ἢ πῶς δύναται δοῦναι πασῶν τῶν ψυχῶν ἀπόφασιν; καὶ εἶπεν Μιχαήλ· Ἐὰν δώσῃ ἀπόφασιν περὶ αὐτῶν, οὐ συγχωρεῖται· ἀλλʼ οὐ τὰ τοῦ Ἐνὼχ αὐτοῦ ἀποφαίνεται, ἀλλʼ ὁ κύριός ἐστιν ὁ ἀποφαινόμενος, καὶ τούτου οὐκ ἐστὶν εἰ μὴ μόνον τό γράψαι. ἐπειδὴ ηὔξατο Ἐνὼχ πρὸς κύριον λέγων· Οὐ θέλω, κύριε, ἀποδοῦναι τῶν ψυχῶν ἀπόφασιν, ὅπως μὴ τινὸς ἐπιβαρὴς γένωμαι· καὶ εἶπεν κύριος πρὸς Ἐνώχ· Ἐγὼ κελεύσω σε ἵνα γράφῃς τὰς ἁμαρτίας ψυχῆς ἐξιλεουμένης, καὶ εἰσελεύσεται εἰς τὴν ζωήν· καὶ ἡ ψυχὴ ἐὰν μὴ ἐξιλεωθῇ καὶ μετανοήσῃ, εὑρήσεις τὰς ἁμαρτίας αὐτῆς γεγραμμένας, καὶ βληθήσεται εἰς τὴν κόλασιν.