Ancient Greek · ~3 min
Chapter 14
Testamentum Abrahae, The Testament of Abraham Recension B 14
Not analysed yet
XIV. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Δεῖξον ἡμῖν τὴν σαπρότητά σου. καὶ ἐφανέρωσεν ὁ θάνατος τὴν σαπρότητα αὐτοῦ· καὶ εἶχεν δύο κεφαλάς· ἡ μία εἶχεν πρόσωπον δράκοντος, καὶ διʼ αὐτοῦ τινὲς ὑπὸ ἀσπίδων τελευτῶσιν ἄφνω· ἡ δὲ ἑτέρα κεφαλὴ ὁμοία ῥομφαίας· διὰ τοῦτο τινες ἐν ῥομφαιᾷ τελευτῶσιν ὡς ἐπὶ τόξοις. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐτελεύτησαν οἱ παῖδες τοῦ Ἁβραὰμ διὰ τὸν φόβον τοῦ θανάτου· οὓς ἰδὼν Ἁβραὰμ ηὔξατο πρὸς κύριον, καὶ ἀνέστησεν αὐτούς. ἐπέστρεψεν δὲ ὁ θεὸς καὶ ἐξέτεινεν τὴν ψυχὴν τοῦ Ἁβραὰμ ὡς ἐν ὀνείροις, καὶ ὁ ἀρχιστρατηγὸς Μιχαὴλ ἦρεν αὐτὴν εἰς τοὺς οὐρανούς. ἔθαψεν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ πλησίον τῆς μητρὸς αὐτοῦ τῆς Σάρρας, δοξάζων καὶ αἰνῶν τὸν θεόν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.