Ancient Greek · ~9 min
Chapter 13
Testamentum Abrahae, The Testament of Abraham Recension B 13
Not analysed yet
ΧΙΙΙ. ὅτε δὲ ἤγγισαν αἱ ἡμέραι τοῦ θανάτου τοῦ Ἁβραὰμ, εἶπεν κύριος ὁ θεὸς πρὸς Μιχαήλ· Οὐ μὴ τολμήσῃ θάνατος ἐγγίσαι τοῦ ἐξενεγκεῖν τὴν ψυχὴν τοῦ δούλου μου, ὅτι φίλος μου ἐστίν· ἀλλὰ ἄπελθε καὶ κόσμησον τὸν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπόστειλον αὐτὸν πρὸς Ἁβραὰμ ὅπως θεάσηται αὐτὸν τοῖς ὀφθαλμοῖς αὐτοῦ. καὶ ὁ Μιχαὴλ εὐθὺς καθὼς προσετάχθη ἐκόσμησεν τὰν θάνατον ἐν πολλῇ ὡραιότητι, καὶ οὕτως ἀπέστειλεν αὐτὸν πρὸς Ἁβραὰμ, ὅπως θεάσηται αὐτόν. καὶ ἐκάθισεν πλησίον τοῦ Ἁβραάμ· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν θάνατον πλησίον αὐτοῦ καθήμενον ἐφοβήθη φόβον μέγαν. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Χαίροις, ἁγία ψυχή. χαῖρε, φίλος κυρίου τοῦ θεοῦ· χαῖρε, τὸ παραμύθιον τοῦ ξενισμοῦ τῶν ὁδοιπόρων. καὶ εἶπεν Ἁβραάμ· Καλῶς ἐλήλυθας, δοῦλε θεοῦ ὑψίστου· παρακαλῶ σε, εἰπέ μοι τίς εἶ σὺ, καὶ εἰσελθὼν ἐν τῷ οἴκῳ μετάλαβε βρώσεως καὶ πόσεως, καὶ ἀπόστηθι ἀπʼ ἐμοῦ· ἀφʼ οὗ γὰρ ἐθεασάμην σε καθήμενον ἔγγιστά μου, ἐταράχθη ἡ ψυχή μου. πάντως γὰρ οὐκ εἰμὶ ἄξιος μετά σου πλησιάζειν, σὺ γὰρ εἶ ὑψηλὸν πνεῦμα, ἐγὼ δὲ σὰρξ καὶ αἶμα, καὶ διὰ τοῦτο οὐ δύναμαι βαστάσαι τὴν δόξαν σου. θεωρῶ γὰρ τὴν ὡραιότητά σου, ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Λέγω σοι, ἐν ὅλῳ τῷ κτίσματι ὃ ἔκτισεν ὁ θεὸς, οὐχ εὑρέθη ὅμοιός σου· καὶ αὐτὸς γὰρ ὁ θεὸς ζητήσας οὐχ εὗρεν τοιοῦτον ἐπὶ πάσης τῆς γῆς. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν θάνατον· Πῶς ἐτόλμησας ψεύσασθαι; ὅτι ὁρῶ τὴν ὡραιότητά σου ὅτι οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. καὶ εἶπεν ὁ θάνατος πρὸς Ἁβραάμ· Μὴ νομίσῃς, Ἁβραὰμ, ὅτι ἡ ὡραιότης αὕτη ἐμή ἐστιν, ἢ καὶ οὕτως πορεύομαι εἰς πάντα ἄνθροπον. οὐχὶ, ἀλλʼ ἐάν τις δίκαιος ὡς σὺ, οὕτως λαμβάνω στεφάνους καὶ ἀπέρχομαι πρὸς αὐτόν· ἐὰν δὲ ἁμαρτωλός ἐστιν, ἀπέρχομαι ἐν μεγάλῃ σαπρότητι καὶ ἐκ τῆς ἁμαρτίας αὐτῶν ποιῶ στέφανον τῇ κεφαλῇ μου, καὶ ταράσσω αὐτοὺς ἐν μεγάλῳ φόβῳ, ἵνα ἐκθαμβῆται. λέγει οὖν Ἁβραὰμ πρὸς αὐτόν· Καὶ πόθεν ἔστιν ἡ ὡραιότης αὕτη; καὶ λέγει ὁ θάνατος· Οὐκ ἐστὶν ἄλλος σαπρότερός μου. λέγει αὐτῷ ὁ Ἁβραάμ· Καὶ μὴ σὺ εἶ ὁ λεγόμενος θάνατος; ἀπεκρίθη αὐτῷ καὶ εἶπεν· Ἐγώ εἰμι τὸ πικρὸν ὄνομα· ἐγώ εἰμι κλαυθμός .