Ancient Greek · ~7 min
Chapter 8
Testamentum Abrahae, The Testament of Abraham Recension B 8
Not analysed yet
VIII. καὶ ἀνῆλθεν Μιχαὴλ ἐν τοῖς οὐρανοῖς καὶ ἐλάλησεν ἐνώπιον κυρίου περὶ Ἁβραάμ· καὶ ἀπεκρίθη κύριος πρὸς Μιχαήλ· Ἄπελθε καὶ ἀναλαβοῦ ἐν σώματι τὸν Ἁβραὰμ καὶ ὑποδεῖξον αὐτῷ πάντα, καὶ ὃ ἐὰν εἴπῃ σοι ποίησον ὡς αὐτῷ ὄντι φίλῳ μου. ἐξελθὼν οὖν ὁ Μιχαὴλ ἀνέλαβεν τὸν Ἀβραὰμ ἐπὶ νεφέλης ἐν σώματι, καὶ ἀνήνεοκεν ατὸν ἐπὶ τὸν Ὠκεανὸν ποταμόν. καὶ ἀτενίσας Ἁβραὰμ εἶδεν δύο πύλας, μίαν μὲν μικρὰν, τὴν δὲ ἑτέραν μεγάλην. καὶ ἀνάμεσον τῶν δύο πυλῶν ἐκάθητο ἀνὴρ ἐπὶ θρόνου δόξης μεγάλης. καὶ πλῆθος ἀγγέλων κύκλῳ αὐτοῦ. καὶ ἦν κλαίων, καὶ πάλιν γελῶν, καὶ ὁ κλαυθμὸς ὑπερέβαινεν τὸ γέλος αὐτοῦ ἑπταπ λασίονα. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν Μιχαήλ· Τίς ἐστιν οὖτος ὁ καθήμενος ἀνάμεσον τῶν δύο πυλῶν μετὰ δόξης πολλῆς· ποτὲ μὲν γελᾷ, ποτὲ μὲν κλαίει, καὶ ὁ κλαυθμὸς ὑπερβαίνει τὸ γέλος ἑπταπλασίως; καὶ εἶπεν Μιχαὴλ πρὸς Ἀβραάμ. Οὐκ ἔγνως αὐτὸν τίς ἐστιν; καὶ εἶπεν· Οὐχὶ, κύριε. καὶ εἶπεν Μιχαὴλ πρὸς Ἁβραάμ· Θωρεῖς τὰς δύο πύλας ταύτας, τὴν μικρὰν καὶ τὴν μεγάλην; αὗταί εἰσιν αἱ ἀπάγουσαι εἰς τὴν ζωὴν καὶ εἰς τὴν ἀπώλειαν. ὁ ἀνὴρ δὲ οὗτος ὁ καθήμενος ἐν μέσῳ αὐτῶν, οὖτός ἐστιν ὁ Ἀδὰμ, ὁ πρῶτος ἄνθρωπος ὃν ἔπλασεν ὁ κύριοςʼ καὶ ἔθηκεν αὐτὸν εἰς τὸν τόπον τοῦτον θεωρῆσαι πᾶσαν ψυχὴν ἐξερχομένην ἐκ τοῦ σώματος, ἐπειδὴ ἐξ αὐτοῦ εἰσὶν πάντες. ὅταν οὖν θεωρῇς αὐ τὸν κλαίοντα, γνῶθι ὅτι ἐθεάσατο ψυχὰς πολλὰς ἀπαγομένας εἰς τὴν ἀπώλειαν· ὅταν δὲ ἴδῃς αὐτὸν γελῶντα, ἐθεάσατο ψυχὰς ὀλίγας ἀπαγομένας εἰς τὴν ζωήν. θεωρεῖς αὐτὸν πῶς ὑπερβαίνει ὁ κλαυθμὸς τὸ γέλος; ἐπεὶ θεωρεῖ τὸ περισσότερον τοῦ κόσμου ἀπαγομένους διὰ τῆς πλατείας εἰς τὴν ἀπώλειαν, διὰ τοῦτο ὑπερβαίνει ὁ κλαυθμός τὸ γέλος ἑπταπλασίως.