Ancient Greek · ~9 min
Chapter 7
Testamentum Abrahae, The Testament of Abraham Recension B 7
Not analysed yet
VΙΙ. ὁ δὲ Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Εἰπέ μοι, ἄνθρωπε τοῦ θεοῦ, καὶ φανέρωσόν μοι τί ἦλθες ὦδε. καὶ εἶπεν Μιχαήλ· Ὁ υἱός σου Ἰσαὰκ δηλώσει σοι. καὶ λέγει Ἁβραὰμ τῷ υίῷ αὐτοῦ· Υἱέ μου ἐγαπητὲ, εἰπέ μοι τί εἶδες κατʼ ὄναρ σήμερον καὶ ἐθροήθης· ἀνάςγγειλόν μοι. καὶ ἀπεκρίθη Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Εἶδον κατʼ ὄναρ ἐμαυτὸν τὸν ἥλιον καὶ τὴν σελήνην· καὶ στέφανος ἐπὶ τῆς κεφαλῆς μου ἐγένετο· καὶ ἦν ἀνήρ παμμεγεθὴς λίαν λάμπων ἐκ τοῦ οὐρανοῦ, ὡς φῶς καλούμενον πατὴρ τοῦ φωτός· καὶ ἔλαβεν τὸν ἥλιον ἐκ τῆς κεφαλῆς μου· καὶ λοιπὸν ἀφῆκεν τάς ἀκτῖνας ἐν μέσῳ μου. καὶ ἔκλαυσα ὠγὼ καὶ εἶπον· Παρακαλῶ σε, κύριέ μου, μή ἐπάρῃς τὴν δόξαν τῆς κφαλῆς μου καὶ τὸ φῶς τοῦ οἴκου μου καὶ πᾶσαν τὴν δόξαν τὴν ἐμήν. ἐπένθησε δὲ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες λέγοντες· Μὴ ἐπάρῃς τὴν δόξαν τῆς δυνάμεως ἡμῶν. καὶ ἀποκριθεὶς ὁ φωτεινὸς ἐκεῖνος ἀνήρ εἶπέ μοι. Μ κλαύσῃς ὅτι ἔλαβον τὸ φῶς τοῦ οἴκου σου· ἀνελήφθη γὰρ ἀπὸ καμάτων εἰς ἀνάπαυσιν, καὶ ἀπὸ ταπεινώσεως εἰς ὕψος, αἴρουσιν αὐτὸν ἀπὸ στενοχαρίας εἰς ερυχαρίαν, αἴρουσιν αὐτὸν ἀπὸ σκότους εἰς φῶς. ἐγὼ δὲ εἶπον αὐτῷ· Παρακαλῶ σε, κύριε, λάβε καὶ τὰς ἀκτῖνας μετʼ αὐτοῦ. ὁ δὲ εἶπέν μοιʼ Δώδεκα ὧραι τῆς ἡμέρας εἰσὶν, καὶ τότε ὅλας τάς ἀκτῖνας λαμβάνω. ταῦτα λέγοντος τοῦ φωτεινοῦ ἀνδρὸς, εἶδον τὸν ἥλιον τοῦ οἴκου μου ἀναβαίνοντα εἰς τὸν οὐρανὸν, τὸ δὲ στέφος ἐκεῖνον πλεῖον οὐκ εἶδον· ἦν δὲ ὁ ἥλιος ἐκεῖνος ὅμοιός σου τοῦ πατρός μου. καὶ εἶπεν Μιχαὴλ τῷ Ἁβραάμ· Ἀλήθειαν εἴρηκεν ὁ υίός σου Ἰσαάκ· σὺ γὰρ εἶ· καὶ ἀναλαμβανέσαι εἰς τοὺς οὐρανοὺς, τὸ δὲ σῶμά σου μένει ἐπὶ τῆς γῆς ἕως ἂν πληροθῶσιν ἑπτακισχέλιοι αἰῶνες· τότε γὰρ ἐγερθήσεται πᾶσα σάρξ. νῦν οὖν, Ἁβραὰμ, διάθες τὰ τοῦ οἴκου σου, καὶ περὶ τῶν τέκνον σου, τελείος γὰρ ἤκουσας τὴν οἰκονομίαν σου. καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπεν πρὸς Μιχαήλ· Παρακαλῶ σε, κύριε, ἐάν ἐξέρχωμαι ἐκ τοῦ σάματός μου, σωματικῶς ἤθελον ἀναληφθῆναι, ἵνα θεάσομαι τὰ κτίσματα ἃ ἐκτίσατο κύριος ὁ θεός μου ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. καὶ ἀπεκρίθη Μιχαὴλ καὶ εἶπεν· Τοῦτο οὐκ ἔστιν ἐμὸν ποίημα. ἀλλὰ ἀπελθὼν ἐγὼ ἀπαγγελῶ τῷ κυρίῳ περὶ τούτου, καὶ ἐὰν κελεύωμαι, ὑποδείξω σοι ταῦτα πάντα.