Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_TEUCER_CYZICENUS
TEUCER CYZICENUS, Fragmenta 1
Not analysed yet
Βουτρωτὸς ἢ Βουθρωτὸς, πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνὸς, ὅτι Ἑλένου ἐκ τῆς πατρίδος εἰς τὴν Ἤπειρον παραγενομένου, θύοντος δὲ ἐπιβατήρια, ἡ βοῦς οὐ καιρίαν λαβοῦσα τομὴν, φεύγει, καὶ κόλπον τινὰ τῆς Ἠπείρου διανηξαμένη, εἰς γῆν ἐξέρχεται, καὶ καταπεσοῦσα ἀπέθανεν. Ὁ δὲ Ἕλενος, συμβόλῳ θείῳ χρησάμενος, κτίζει πόλιν, καὶ ἀπὸ τοῦ συμβάντος Βουτρωτὸν αὐτὴν ὠνόμασε.