Ancient Greek
Dfhg-Source dfhg4_TEUCER_CYZICENUS
TEUCER CYZICENUS, Fragmenta 1-2
Not analysed yet
Βουθρωτὸς, χερρόνησος περὶ Κέρκυραν. Ἔστι καὶ πόλις. Ἐκλήθη δ ̓ οἱ μέν φασιν ἀπὸ τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται, ὅτι Ἑλένῳ ἐκ Τροίας πλέοντι ἐς ἑσπέρην, θύσαντι ἀποβατήρια ἐν Ἠπείρῳ, τὸ θῦμα ἡ βοῦς ἀποδράσασα ἐκ τοῦ βουπλῆγος ᾤχετο φεύγουσα διὰ τὸ μεταξὺ πόντου· καὶ εἰς τὸν χέρσον ἐμβᾶσα (καὶ γὰρ τρῶμα ἐν τῇ δειρῇ εἶχεν) αὐτοῦ ἔριπε καὶ ἔθανε· καὶ κλῃδόνι ὁ Ἕλενος χρῆται, ἵνα ἔθηκε Βουθρωτὸν, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός.