Ancient Greek
1.22.2 to 1.22.8
Thales, Testimonia 1.22.2-8
Unproofread scanNot analysed yet
φησὶ δ᾽ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς [fr. 15 Jacoby] γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης [ἐνάτης?] Ὀλυμπιάδος [640]. 38. ἐτελεύτησε δ᾽ ἐτῶν ἐβδομήκοντα ὀκτὼ ἢ, ὡς Σωικράτης [fr. 10, FHG IV 501] φησίν, ἐνενήκοντα· τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος [548—5], γενοῦντα κατὰ Κροῖσον, ὡς καὶ τὸν Ἄλυν ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέψαντα [546]. γεγόνασι δὲ καὶ ἄλλοι Θαλαί, καθά φησι Δημήτριος ὁ Μάρνης ἐν τοῖς Ὀμωνύμοις. πέντε· ρήτωρ Καλλατιανὸς κακόζηλος· ζωγράφος Σικυώνιος μεταλοφρύης· τρίτος ἀρχαῖος πᾶνυ κατὰ Ἡσίοδον καὶ Ὄμηρον καὶ Λυκούργον· (τέταρτος οὐ μέννεται Δούρις ἐν τῷ Περὶ ζωγραφίας [fr. 77, FHG II 487]· πέμπτος νεώτερος. 25 ἄδοξος, οὐ μνημονευθεὶς Διονύσιος ἐν Κριτικοῖς). (39) ὁ δ᾽ οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπὸ τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτοῦ ἐπιγέγραπται τῷ μνήματι [Anth. Pal. VII 84]: ἡ ὀλίγον τόδε σᾶμα (τὸ δὲ κλῆος οὐρανόμακες) τῷ πολυφροντίστῳ τοῦτο Θάλητος ὤρη. ἔστι καὶ παρ᾽ ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων ἢ Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα [Anth. Pal. VII 85]: γυμνικὸν αὐ ποτ᾽ ἀγῶνα θεώμενον, ἥλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλὴν ἠρπασας ἐκ σταδίου. πρῶτος δὲ τὸ τοῦ σοφοῦ ἔσχεν ὄνομα καὶ πρῶτος τὴν ψυχὴν εἶπεν ἀθάνατον, ἐκλείψεις τε καὶ ἰσημερίας κατεῖληφεν. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ τὸ ἠθολούμενον ἠγνῶθι σαυτόν. τὸ γὰρ ἔργῳ, πᾶρα δ’ ἆτα Χίλωνός ἐστι μᾶλλον ἰδιοποιησαμένου αὐτὸ καὶ τὸ μηδὲν ἄγαν [vgl. Cedren. I 275, 14].