Ancient Greek
1.23.2
Thales, Testimonia 1.23.2
Unproofread scanNot analysed yet
Θαλῆς ὁ φυσικὸς φιλόσοφος ἐπὶ Δαρείου (!) προειπὼν τὴν τοῦ ἡλίου ἐκλειψιν. 3 SCHOL. PLATONIS IN REMP. 600 A [aus Hesych] Θαλῆς Ἐσαμοῦ Μιλήσιος, Φοινὶξ δὲ καθ’ Ἡρόδοτον. οὗτος πρῶτος ὠνομάσθη σοφός. εὑρε γὰρ τὸν ἥλιον ἐκλείπειν ἐξ ὑποδρομῆς σελήνης καὶ μικρὰν ἄρκτον αὐτὸς ἔγνω καὶ τὰς τροπὰς πρῶτος Ἑλλήνων καὶ περὶ μερέθους ἡλίου καὶ φύσεως, ἀλλὰ καὶ ἄψυχα ψυχὴν ἔχειν ὁπωσοῦν ἐκ τῆς μαγνητίδος καὶ τοῦ ἠλέκτρου. ἀρχὴν δὲ τῶν στοιχείων τὸ ὕδωρ. τὸν δὲ κόσμον ἐμψυχον ἔφη καὶ δαιμόνων πλήρη. ἐπαιδεύθη ἐν Αἰγύπτωὶ ὑπὸ τῶν ἱερέων. τοῦτο τὸ ἠγνῶθι σαυτόν. ἐτελεύτησε δὲ μονίρης γηραὶς γυμνικὸν ἄγωνα θεώμενος ὑπὸ καύματος ἐκλιθὼς.