Ancient Greek
2.24.2 to 2.24.5
Thales, Testimonia 2.24.2-5
Unproofread scanNot analysed yet
φησὶ δ’ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς [fr. 76, FHG I 445] γεγενῆσθαι αὐτὸν κατὰ τὸ πρῶτον ἔτος τῆς τριακοστῆς πέμπτης 25 Ὀλυμπιάδος [640]. ἐτελεύτησε δ’ ἐτῶν ἐβδομήκοντα ὀκτὼ (ἢ ,ὡς 38 Σωσικράτης [fr. 10, FHG IV 501] φησίν, ἐνενήκοντα)· τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος [548—5], γεγονότα κατὰ Κροῖσον, ὡς καὶ τὸν Ἄλυν ὑποσχέσθαι ἄνευ γεφυρᾶς περᾶσαι, τὸ δεῖθρον παρατρέψαντα. γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, καθά φησι Δημήτριος ὁ Μάγνης 30 ἐν τοῖς Ὀμωνύμοις, πέντε· ὁτὼρ Καλλατιανὸς κακοζήλος· ζωγράφος Σικυώνιος μεγαλοφύης· τρίτος ἀρχαῖος πᾶν κατὰ Ἡσίοδον καὶ Ὅμηρον καὶ Λυκοφρόν· (τέταρτος οὐ μέμνηται Λούρις ἐν τῷ Περὶ ζωγραφίας [fr. 77, FHG II 487]· πέμπτος νεώτερος, ἀδοξος, οὐ μνη- 35 μονεύει Λιονύσιος ἐν Κριτικοῖς). ὁ δ’ οὖν σοφὸς ἐτελεύτησεν ἀγῶνα θεώμενος γυμνικὸν ὑπὸ 39 τε καύματος καὶ δίψους καὶ ἀσθενείας, ἤδη γηραιός. καὶ αὐτῷ ἐπιγράφεται τῷ μνήματι [Anth. Pal. VII 84]· ἢ ὀλίγον τόδε σᾶμα (τὸ δὲ κλέος οὐρανόμακες) τῷ πολυφροντίστῳ τοῦτο Θάλπτος δρη. ἔστι καὶ παρ’ ἡμῖν ἐς αὐτὸν ἐν τῷ πρώτῳ τῶν Ἐπιγραμμάτων ἡ Παμμέτρῳ τόδε τὸ ἐπίγραμμα [Anth. Pal. VII 85].