Ancient Greek
2.25.10
Thales, Testimonia 2.25.10
Unproofread scanNot analysed yet
στασιάζει δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν. Μαϊάνθιος [fr. 4, FHG II 336] μὲν γὰρ ἀντὶ Κλεοβούλου καὶ Μύσωνος Λεώφαντον Γοργιάδα Λεβέδιον ἢ Ἑφέσιον ἐγκρίνει καὶ Ἐπιμενίδην τὸν Κρῆτα· Πλάτων δὲ ἐν Πρωταγόρᾳ [p. 343 A] Μύσωνα ἀντὶ Περιἀνδρου· Ἔφορος [fr. 101, FHG I 262] δὲ ἀντὶ Μύσωνος Ἀνάχαρ- 30 σιν· οἱ δὲ καὶ Πυθαγόραν προσγράφουσιν. Λικαῖαρχος [fr. 28, FHG II 244] δὲ τέσσαρας ὁμολογημένους ἡμῖν παραδίδωσιν Θαλῆν, Βιαντα, Πιτταχόν, Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἐξ, ὧν ἐκλέξασθαι τρεῖς, Ἀριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεόβουλον, Ἀνάχαρσιν, Περίανδρον. ἐνιοὶ προστιθέασιν Ἀχονσίλαον Κάβα 35 ἢ Σκάβρα Ἀργείον. Ἔρμιππος δ’ ἐν τῷ Περὶ τῶν σοφῶν [fr. 8, 42 FHG III 37] ἑπτακαίδεκα φησιν, ὧν τοὺς ἑπτὰ ἄλλους ἄλλως αἱρεῖσθαι· εἶναι δὲ Σόλωνα, Θαλῆν, Πιτταχόν, Βιαντα, Χίλωνα, ,Κλεόβουλον, Περίανδρον, Ἀνάχαρσιν, Ἀχονσίλαον, Ἐπιμενίδην, Λεώφαντον, Φερεκύδην, Ἀριστόδημον, Πυθαγόραν, Λάσον 40 Χαρμαντίδου ἢ Συμβρίνου, ἢ ὡς Ἀριστόξενος, Χαβρίνου, Ἔρ-