Ancient Greek
2.26.4
Thales, Testimonia 2.26.4
Unproofread scanNot analysed yet
13. SIMPL. Phys. 23, 21 [aus Theophrast's Phys. Dox. fr. 1. Doxogr. 475, 1] τῶν δὲ μίαν καὶ κινουμένην λεγόντων τὴν ἀρχήν, οὕς καὶ φυσικούς ἴδιως καλεῖ [Aristoteles] οἱ μὲν πεπερασμένην αὐτὴν φασιν, ὡςπερ Θαλῆς μὲν Ἐξαμίου Μιλήσιος καὶ Ἰππων, ὃς δοκεῖ καὶ ἀθεὸς γεγονέναι, ὕδωρ ἔλεγον τὴν ἀρχὴν ἐκ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν εἰς τοῦτο προαχθέντες· καὶ γὰρ τὸ θερμόν τῷ ὑγρῷ ζῇ καὶ τὰ νεκρούμενα ξηραίνεται καὶ τὰ σπέρματα πάντων ὑγρὰ καὶ ἡ τροφὴ πᾶσα χυλώδης· ἐξ οὗ δὲ ἐστὶν ἕκαστα τούτων καὶ τρέφεσθαι πέφυκε· τὸ δὲ ὕδωρ ἀρχὴ τῆς ὑγρᾶς φύσεώς ἐστι καὶ συνεκτικὸν πάντων· διὸ πάντων ἀρχὴν ὑπέλαβον εἶναι τὸ ὕδωρ καὶ τὴν γῆν ἐφ' ὕδατος ἀπεφήναντο κεῖσθαι.