Ancient Greek
2.27.1
Thales, Testimonia 2.27.1
Unproofread scanNot analysed yet
6. HEROD. I 75 ὡς δὲ ἀπίκετο ἐπὶ τὸν Ἄλυν ποταμὸν ὁ Κροῖσος τὸ ἐνθεῦτεν, ὡς μὲν ἐγὼ λέγω, κατὰ τὰς ἑούσας γεφύρας διεβίβασε τὸν στρατόν, ὡς δὲ ὁ πολλὸς λόγος Ἑλλήνων, Θαλῆς οἱ ὁ Μιλήσιος διεβίβασε. ἀπορέοντος γὰρ Κροίσου, ὅκως οἱ διαβήσεται τὸν ποταμὸν ὁ στρατός . . . λέγεται παρεὄντα τὸν Θαλῆν ἐν τῷ στρατοπέδῳ ποιῆσαι αὐτῷ τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ἕοντα τοῦ στρατοῦ καὶ ἐκ δεξιῆς ἕειν, ποιῆσαι δὲ ὡδε· ἀναθέν τοῦ στρατοπέδου ἀρχάμενον διώρυχα βαθεῖαν ὁρύσσειν ἄγοντα μῆρουνδέα, ὅκως ἂν τὸ στρατόπεδον ἰδρῦμένον κατὰ νοῦτον λάβῃ, ταύτῃ κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ῥεέθρων καὶ αὐτὶς παραμειβόμενος τὸ στρατόπεδον ἐς τὰ ἀρχαία ἐσβάλλοι. ὥστε ἐπείτε καὶ ἐσχίσθη τάχιστα ὁ ποταμός, ἀμφορέτημι διαβατὸς ἐγένετο.