Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_THALLUS
THALLUS, Fragmenta 2
Not analysed yet
Βήλου τοῦ Ἀσσθρίων βασιλεύσαντος καὶ Κρόνου τοῦ Τιτᾶνος Θάλλος μέμνηται, φάσκων τὸν Βῆλον πεπολεμηκέναι σὺν τοῖς Τιτᾶσι πρὸς τὸν Δία καὶ τοὺς σὺν αὐτῷ θεοὺς λεγομένους, ἔνθα φησίν· «Καὶ Ὤγυγος ἡττηθεὶς ἔφυγεν εἰς Ταρτησσόν· **τότε μὲν τῆς χώρας ἐκείνης Ἀκτῆς κληθείσης, νῦν δὲ Ἀττικῆς προσαγορευομένης, ἦς Ὤγυγος τότε ἦρξε·» Καὶ τὰς λοιπὰς δὲ χώρας καὶ πόλεις, ἀφ ̓ ὧν τὰς προσονυμίας ἔσχον, οὐκ ἀναγκαῖον ἡγούμεθα καταλέγειν, μάλιστα. Πρὸς σὲ τὸν ἐπιστάμενον τὰς ἱστορὶας.