Ancient Greek · ~5 min
2 to 8
THALLUS, Fragmenta 2-2-8
Not analysed yet
Κατὰ γὰρ τὴν Θάλλου ἱοτορίαν ὁ Βῆλος πραγενέστερος εὑρίσκεται τοῦ Ἰλιακοῦ πολέμου ἔτεσι τκβʹ. Ἀπὸ Ὠγύγου, ἐφ ̓ οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμὸς, Φορωνέως Ἀργείων βασιλεύσαντος, ὡς Ἀκουσίλαος ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος ἔτη συνάγεται χίλια εἴκοσιν. Ταῦτα γὰρ οἱ τὰ Ἀθηναίων ἱστοροῦντες Ἑλλάνικός τε καὶ Φιλόχορος οἱ τὰς Ἀτθίδας, οἵ τε τὰ Σύρια Κάστωρ (fr. 15) καὶ Θάλλος καὶ Διόδωρος Ἀλέξανδρός τε ὁ Πολυίστωρ καί Ἀττικῶν ἁπάντων. Ταύτην (τῶν Ἀράβων βασιλείαν) Ἀσσυρίων μα ́ διεδέξαντο βασιλεῖς . . . ἀπὸ τοῦ πρώτου αὐτῶν Βήλου ἕως τοῦ μα ́ Μακοσκολέρου τοῦ καὶ Σαρδαναπάλλου, ὡς συμφωνοῦσι πολλοὶ τῶν ἐπισήμων ἱστορικῶν, Πολύβιος καὶ Διόδωρος, Κεφαλίων τε καὶ Κάστωρ καὶ Θάλλος καὶ ἕτεροι. Κῦρος Περσῶν ἐβασίλευσεν ᾧ ἔτει Ὀλυμπιὰς ἤχθη νε', ὠς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θάλλου καὶ Κάστορος (fr. 5. 6, p. 158) Ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντός ἐστιν εὑρεῖν. Ταῦτα δὲ ἱστόρησαν οἱ σοφώτατοι Φάλης (scr. Θάλλος) καὶ Κάστωρ καὶ Πολύβιος συγγραψάμενοι καὶ μετ ̓ αὐτοὺς (l. αὐτῶν) Ἡρόδοτος ὁ ἱστοριογράφος· ἅτινα καὶ ὁ σοφὸς Θεόφιλος ἐχρονογράφησεν. Καθ ̓ ὅλου τοῦ κόσμου σκότος ἐπήγετο φοβερώτατον, σεισμῷ τε αἱ πέτραι διερρήγνυντο καὶ τὰ πολλὰ Ἰουδαίας καὶ τῆς λοιπῆς γῆς κατερρίφθη. Τοῦτο τὸ σκότος ἔκλειψιν τοῦ ἡλίου Θάλλος ἀποκαλεῖ ἐν τρίτῃ τῶν Ἱστοριῶν, ὡς ἐμοὶ δοκεῖ ἀλόγως.