Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_THEAGENES_MACEDO
THEAGENES (MACEDO), Fragmenta 10
Not analysed yet
Ὀρέσται, Μολοσσικὸν ἔθνος . . . Θεαγένης ἐν Μακεδονικοῖς (sic cod. Rhed. ; Θ. Εʹ Μακεδονικῶν vgo.) φησιν, ὅτι ἐπεὶ ἀφείθη τῆς μανίας Ὀρέστης, φεύγων διὰ τὴν αἰδῶ μετὰ τῆς Ἑρμιόνης, εἰς ταύτην ἦλθε τὴν γῆν καὶ παῖδα ἔσχεν Ὀρέστην, οὗ ἄρξαντος ἐκλήθησαν Ὀρέσται· αὐτὸς δὲ ὑπὸ ἐχίδνης δηχθεὶς θνήσκει εἰς χωρίον τῆς Ἀρκαδίας, τὸ λεγόμενον Ὀρέστιον. Λέγεται καὶ θηλυκὸν Ὀρεστὶς καὶ Ὀρεστιὰς ὡσαύτως. Θεαγένης καὶ Διονύσιος δευτέρῳ Γιγαντιάδος.