Ancient Greek · ~4 min
11 to 16
THEAGENES (MACEDO), Fragmenta 11-16
Not analysed yet
Παλλήνη, πόλις Θρᾴκης, ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς, Κλείτου δὲ γυναικὸς, ὡς Ἡγήσιππος ἐν ἐν τοῖς Παλληνιακοῖς. Παλλήνη δ ̓ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. Ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν γιγάντων· καὶ ἡ τῶν θεῶν καὶ τῶν γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι. Θεαγένης ἐν Μακεδονικοῖς. Παρθενόπολις, Μακεδονίας πόλις, ἀπὸ τῶν θυγατέρων Γεραιστοῦ τοῦ Μύγδονος παιδός, ὡς Θεαγένης ἐν Μακεδονικοῖς· «Ἀπὸ δὲ τῶν θυγατέρων διὰ τὸ ἄγροικον αὐτῶν τῆς διαίτης καὶ τὸ ἄμικτον ἔκτισε πόλιν, ἥτις ἔτι καὶ νῦν δι ̓ ἐκείνας Παρθενόπολις κέκληται.» Σκύδρα, Μακεδονικὴ πόλις, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. Τίρσαι, πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ, ἀπὸ Τίρσης, μιᾶς τῶν γυναικῶν τοῦ παιδὸς Μύγδονος, ὡς Θεαγένης φησί. Φύσκος, πόλις Λοκρίδος . . . Ἔστι καὶ ἑτέρα Φύσκος πόλις τῆς Καρίας . . . Ἔστι καὶ ἄλλη Μακεδονίας, ἧς μέμνηται Θεαγένης ἐν Μακεδονικοῖς. Κασταλία, πόλις Κιλικίας. Θεαγένης ἐν Καρικοῖς.