Ancient Greek
Dfhg-Source dfhg4_THEAGENES_MACEDO
THEAGENES (MACEDO), Fragmenta 17
Not analysed yet
Θεογένης (sic libri mss.) δὲ ἐν τῷ Περὶ Αἰγίνης οὕτω γράφει· «Ἄλλοι δέ τινες πιθανώτερον ἐξηγοῦνται περὶ τούτων. Ὀλιγανθρωπούσης γὰρ τῆς νήσου φασὶ τοὺς ἐνοικοῦντας αὐτὴν ἐν σπηλαίοις καταγείοις διαιτᾶσθαι παντελῶς ἀκατασκεύους ὄντας, καὶ τοὺς μὲν γινομένους καρποὺς εἰς ταῦτα καταφέρειν, τὴν δὲ ἐκ τούτων ὀρυττομένην γῆν ἐπὶ τὰ γεώργια ἀναφέρειν, οὔσης ἐπιεικῶς ὑπάντρου καὶ ὑποπέτρου τῆς νήσου, μάλιστα δὲ τῶν πεδινῶν τόπων αὐτῆς. Διόπερ ἀφομοιούντων αὐτοὺς, ὡς εἶδον ταῦτα πράττοντας, τῶν ἔξωθεν ἐρχομένων μύρμηξι, Μυρμιδόνας κληθῆναι· μεθ ̓ ὧν συνοικίσαντα τὸν Αἰακὸν τοὺς ἐκ Πελοποννήσου μεθ ̓ ἑαυτοῦ παραγινομένους ἐξημερῶσαί τε καὶ νόμους δοῦναι καὶ σύνταξιν πολιτικὴν, ᾗ χρησαμένους αὐτοὺς παντελῶς δοκεῖν ἐκ μυρμήκων γενέσθαι ἀνθρώπους.»