Ancient Greek · ~3 min
Fragment 2
Themistius, Περὶ ψυχῆς (fragmenta) 2
Not analysed yet
Stob. 4, 22, 89 ed. Wachsmuth—Hense ΘΕΜΙΣΤΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΨΥΧΗΣ Ἀλλ' οὖν μάλιστα διψῶν ἀπέθανεν τῆς γυναικός, ἐρῶν ἐρώσης ἀπολειπόμενος . . . οὐθὲν εἰπεῖν οὔτε ποιῆσαι πρὸς αὐτὴν ἰταμὸν ἐτόλμησαν· ἀλλ' οὕτως ἐνεκαρτέρησαν ἀμφότεροι τῷ πρέποντι, ὥσπερ ἀποδείξασθαι θέλοντες ὅτι πλεῖστον αἰδοῦς ἔρωτι δικαίῳ μέτεστιν· ὅθεν ἔμοιγε πλεῖστον αὐτῇ φαίνεται χρόνον ἀνὴρ συμβεβιωκέναι. πάντα γὰρ διόλου τὸν δεκαετῆ χρόνον ὁμαλῶς συνεβίωσεν. αἱ δὲ ἄλλαι συνοικοῦσιν οὐ συμβιοῦσιν, ὅταν λυπῶσι τοὺς [μὲν] ἄνδρας ἢ ζηλοτυπῶσιν ἢ διαφέρωνται περὶ χρημάτων ἢ κακῶς λέγωσιν ἢ φεύγωσι θρυπτόμεναι τὰς φιλοφροσύνας καὶ συνδιαιτήσεις· ὥστε ἂν τοῦτον ἐξαιρῇς τὸν χρόνον ἐν ᾧ ταῦτα πράττουσιν, ἀπολείπεται βραχὺς ἐκεῖνος ὁ τῆς συμβιώσεως.