Ancient Greek · ~1 min
Fragment 3
Themistius, Περὶ ψυχῆς (fragmenta) 3
Not analysed yet
Stob. 4, 50, 29 ed. Wachsmuth—Hense ΕΚ ΤΟΥ ΘΕΜΙΣΤΙΟΥ ΠΕΡΙ ΨΥΧΗΣ Καίτοι περί γε τῶν γερόντων ὁ Σοφοκλῆς εἴρηκε χαριέντως· σμικρὰ παλαιὰ σώματ' εὐνάζει ῥοπή. καταγωγῇ γὰρ ἔοικεν ὁ γεροντικὸς θάνατος, ἐκβολὴ δὲ καὶ ναυάγιόν ἐστιν ὁ τῶν νέων· ἐκπίπτει γὰρ ἡ ψυχὴ βίᾳ συντριβομένου τοῦ σώματος.