Ancient Greek · ~2 min
Page 341
Themistius, Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις 341.Section c
Not analysed yet
θαμὰ ἐξάγοντες εἰς θέατρα καὶ πανηγύρεις, ἐσταλμένους χρυσῷ καὶ πορφύρᾳ καὶ μύρων ὄζοντας καὶ ὑπογεγραμμένους καὶ ἐντετριμμένους, στεφάνοις τε ἀνθέων ἐστεφανωμένους. πρὸς δὲ τῷ κόσμῳ οὕτω λαμπρῷ ὄντι καὶ πολυτελεῖ καὶ αὐτοὶ οἱ λόγοι αἱμύλοι εἰσὶ καὶ ὑπερβάλλουσι δεξιότητι καὶ φιλανθρωπίᾳ, κυδαίνοντες καὶ ἐπαίροντες καὶ ἀσπαζόμενοι τοὺς θεωμένους καὶ πάσας ἱέντες φωνὰς καὶ ᾄσματα ᾄδοντες μεστὰ ἡδονῆς, ὥσπερ Σειρῆνες. ἅτε οὖν οὕτω δεξιοὺς ὄντας καὶ χειροήθεις καὶ οἱ ἄνθρωποι ἀντασπάζονται καὶ ἀντεπαινοῦσι, καὶ ἐντεῦθεν πλείη μὲν γαῖα τούτων τῶν ἀνθρώπων,