Ancient Greek · ~2 min
Page 341
Themistius, Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις 341.Section d
Not analysed yet
πλείη δὲ θάλασσα. Οἱ δὲ ἀπὸ τῆς Σωκράτους γενεᾶς εἰκότως ἄρα καὶ ἐν δίκῃ ἀπεφθίκασί τε καὶ ἀπερρυήκασιν ἐν τῷ παρόντι. οὐ γὰρ οἶδα ὅθεν φρίττουσί τε καὶ εὐλαβοῦνται τὰς ἀγοράς, ἐν αἷς φησιν ὁ ποιητὴς ἀριπρεπέας τελέθειν τοὺς ἄνδρας, καὶ οὐκ ἀνέχονται παρακύπτειν ἔξω τοῦ σκίμποδος καὶ τῆς γωνίας· οὕτως ἐκλελησμένοι εἰσὶ τῶν προγόνων, ὅτι ἐκεῖνοι ἐπὶ τῶν ἐργαστηρίων πρὸς τοὺς πολλοὺς διελέγοντο