Ancient Greek · ~2 min
Page 343
Themistius, Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις 343.Section b
Not analysed yet
οὔτε προσμειδιῶ, οὐδὲ δείκνυμι τῷ δακτύλῳ, οὐδὲ ἀναστὰς ἅπτομαι ταῖν χεροῖν· ὑμεῖς δὲ ἐπέγνωτε παραχρῆμα καὶ ἐκεῖσε ὑμῶν ἀπηνέχθησαν οἱ ὀφθαλμοί, καὶ οὕτως ἄρα ἰσχυρὸν ἡ ἀλήθεια ὥστ' οὐ παύεσθε κεκραγότες καὶ ἐκβοῶντες καὶ ἐξαλλόμενοι ἀπὸ τῶν πετρῶν. καίτοι λιτὰ ῥήματα προηκάμην, καὶ ταῦτα εἰκῆ οὑτωσὶ καὶ λίαν ἀρχαίως, οὔτε περιστείλας οὔτε κομμώσας. ἀλλ' ἐοίκατε μὴ τὰ ῥήματα θαυμάζειν, ἀλλὰ τὸν ἄνδρα ἐν ᾧ τὰ ῥήματα ἐξέλαμψε καὶ ἐξεφάνη. καὶ εὖ οἶδ' ὅτι καὶ ὀμεῖσθε ὑπὲρ