Ancient Greek · ~2 min
Page 343
Themistius, Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις 343.Section a
Not analysed yet
ἀκροώμενοι ἐκεῖνον ἀπέβλεψαν παραχρῆμα, ᾧ ὁ τοῦ στόματος ἐκπεσὼν λόγος προσέφυ τε καὶ προσηρμόσθη. Ἰδοὺ οὖν καὶ ἐγὼ τὸν μὲν ἔπαινον ἀφίημι εἰς τὴν ἐκκλησίαν, ὅτι μοι δοκεῖ ὁ ἄρχων ἐκεῖνος ἐπαληθεύειν τοὔνομα τῆς ἀρχῆς, ὅστις δυσάλωτος μὲν ὑπὸ χρυσίου, εὐάλωτος δὲ ὑπὸ λόγου, ἐλευθερίας δὲ ἐραστής, μεγαλοφροσύνην δὲ ἐπαινῶν φυλάττεται ἐγγὺς οὖσαν τὴν αὐθάδειαν. καὶ ἐγὼ μὲν οὐ λέγω ὅντινα λέγω, ἀλλ' οὔτε προσορῶ