Ancient Greek
119.7
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 119.7
Unproofread scanNot analysed yet
καὶ om. A. :ἐδ’ om. A. 20 γίνεσθαι A. γενέσθαι H. VI. ΦΙΛΑΔΕΛΦΟΙ. διέλυθης πρὸς τὴν βουλὴν καὶ παραδιδώκας ἐγγυητὴν τῆς μελλούσης εὐδαιμονίας. καὶ δῆτα ἠγάσθην ἑαυτῆς τῆς φύσεως τῆς ἀνθρωπίνης, ὅτι μία ἐστὶν ἀτεχνῶς καὶ συμφέρεται πολλαχῇ. ὁ γὰρ Πλάτων ὁ θεσπέσιος ὑπὲρ ἀρχῆς διωρίσατο, ταῦτα ἀντικρὺς ἐπιγινώσκω ἐν τοῖς ὑπὸ σοῦ λεγομένοις, τοῖς ῥήμασι μόνοις διηλλαγμένα. καὶ γὰρ ὅτι πρὸς τῶν ἀρχομένων ἐστὶν αὐτοὺς πρῶτον γεγενῆσθαι τοὺς βασιλέας, ἀκολασίᾳ καὶ ἐπιπόνῳ τροφῇ τεθραμμένους, γεωργήσαντας, λειτουργήσαντας, θυραυλήσαντας, στρατευσαμένους, ἐναὐξηθέντας τῇ δυσχειρίᾳ τοῦ βίου τοῦ ἀνθρωπίνου, ὡς Κύρος, ὡς Νομᾶς, ὡς Λαρεῖος, ὡς Ῥωμαίων οἱ δοκιμώτατοι, καὶ ὅτι χαλεπώτερον νόσημα τῆς ἀρχῆς τοῖς συκοφάνταις ἐκκεῖσθαι τοὺς ὑπηκόους ἢ τοῖς βαρβάρους, ὥσπερ, οἶμαι, σώμασι χαλεπώτερα τὰ ἐνδοθεν ἀρρωστήματα τῶν ἐξωθεν ἐμπιπτόντων· ταῦτα ἅπαντα, ἄπερ εἶπον, ἐκ τῶν ἀδύτων τῆς Ἀκαδημίας.