Ancient Greek
120.3 to 120.5
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 120.3-5
Unproofread scanNot analysed yet
Ἐγὼ σέ, ὦ βασιλεῦ, φημὶ δεῖν τὸν λόγον ἐκεῖνον προτιθεῖσθαι, εἰς ὃν ὥσπερ κάτοπτρον ἑκάστης ἡμέρας ἀποβλέπων καὶ ἀτενίζων, οὐ τὰς κόμας εὐπρεπέστερον διαθήσεις, ἀλλὰ τὴν Ῥωμαίων ἡγεμονίαν. οὐδὲν σοι προσδεῖ τῶν Μάρκου παραγγελμάτων, οὐδ’ εἰ τι χρηστὸν ὁ δεῖνα τῶν ἀρχαίων αὐτοκρατόρων ῥῆμα προήκατο, ἀλλ’ οἴκοθεν τὸν Φοίνικα ἔχεις, οἴκοθεν τὸν ἐξηγητὴν τῶν τε ῥητῶν καὶ τῶν πρακτέων. Ὅταν δὲ καὶ τὰς ὑπὲρ τοῦ πατρὸς φωνὰς ἠνοήσω, οὐκέτι ζητῶ τὴν αἰτίαν τῆς φιλαδελφίας. ὡς γὰρ οὕτω τὴν εἰκόνα αὐτοῦ τὴν χαλκῆν ἀγαπᾷς, ὡς τοσαύτην χάριν ὁμολογεῖν τοῖς ψηφιαμένοις, εἰκῶτος δήπου τὴν ἐμψυχον εἰκόνα αὐτοῦ περὶ πλείστου ποιῆ· καὶ ἔσῃς οὐχ ἧττον ἢ σεαυτοῦ, εἴπερ γε καὶ αὐτὸς ἔμψυχος 97, 5 ὑπὲρ ἀρχῆς add. A. ἐπιγινώσκω A. ἐπιγινώσκω H. 6 τοῖς ῥήμασι A. τοῖς om. H. 13 οἶμαι add. A.