Ancient Greek
128.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 128.1
Unproofread scanNot analysed yet
VII. ΠΕΡΙ ΤΩΝ ΗΤΥΧΗΚΟΤΩΝ. ἀριθμῶν καὶ ποίων ἔργον ἐκ παραδόχουν, ὁ μόνου σοῦ καὶ μάλιστα σοῦ καὶ οὐδενὸς ἑτέρου μᾶλλον ἢ σοῦ· καὶ πῶς ἀκείνους διανοούμενη, ὡς σοὶ μόνῳ φαινομένους προσήκοντας· πρὸς οὓς οὐ δεῖ σοι τῆς φάλαγγος οὐδὲ τῶν ἱππικῶν οὐδὲ ναὶ μὰ Δία τῶν δορυφόρων, καὶ ἐξαρκεῖ προελέσθαι καὶ βουληθῆναι. οὐ γὰρ ἔστι χειρῶν ἔργον φιλανθρωπία, ἀλλὰ μόνης τῆς γνώμης τοῦ τὴν ὀργὴν ἀφεῖναι κυρίου. καὶ αὐ Πλάτων πρῶτος, ὡς εἰκε, λόγῳ μὲν ἀπείκαζε τοὺς βασιλέας, ὁμῶ δὲ τοὺς στρατιώτας, ἀλλὰ προλαβοῦσα ἡ Ῥωμαίων φωνὴ καὶ ὁ θεσμός τῆς πολιτείας τὴν ἑκατέρῳ πρέπουσαν ἀρετὴν ταῖς ἐπιλήσεσιν ἐνεδίδωτο ὑμᾶς μὲν εὐσεβεῖς καὶ φιλανθρώπους προσάγορεύων, τοὺς στρατιώτας δὲ ἐξ ἀνδρείας μόνης τὰς ἐπωνυμίας νομοθετήσας. ἐπεὶ καὶ νῦν πρὸς μὲν τὸ κρατῆσαι τῶν πολεμίων ῥοπὴν τινὰ συνεισήνεγκαν οἱ συμμετασχόντες σοὶ τοῦ κινδύνου, τὸ δὲ περισῶσαι τοὺς κρατηθέντας τοῦ σοῦ μόνου νεύματος ἤρτηται.