Ancient Greek
128.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 128.3
Unproofread scanNot analysed yet
Ἀνοῖν τοίνυν ὄντων τῶν εἰρημένων, τοῦ τε νικᾶν καὶ τοῦ τῇ νίκῃ χρῆσθαι δεόντως, καὶ τοῦ μὲν κοινού πρὸς τὰ ὅπλα, τοῦ δὲ τῷ βασιλεῖ μόνῳ προσήκοντος, οὕτω τὸ σὸν τιμιώτερον, ὥστε καὶ ὁ τοῦ κοινού καρπὸς εἰς τὸ σὸν ἴδιον περιίσταται. νίκης γὰρ ὄφελος οὐδὲ ἐν τοῖς καλῶς αὐτὴν μὴ διενεγκούσιν, ἀλλὰ καὶ τούτων ἀντίον πολλάκις εἰς βλάβην κατέστη τοῖς εὐτυχήσασιν. ἢ πότεν εἰσεφοίτησεν ἡ παροιμία, καὶ τί ποτὲ ἐστιν ἑτέρον ἢ Καδμεία νίκη ἢ ὅταν τινὲς ὑπὸ τῆς νίκης ὥσπερ μέθης κατακλυσθέντες ἀγνοήσωσι τὸ μέτρον τῆς τοῦ κρατεῖν ἀπολαύσεως καὶ τελευτήσῃ τὸ κέρδος αὐτοῖς εἰς ζημίαν χαλεπωτέραν· οὕτω γὰρ αὐτοὶ τε ἔπραξαν οἱ τότε Καδμείοι καὶ ὁ μετὰ ταῦτα χρόνος ἐνεπλήσθη τοῦ παραδείγματος. ὀρθῶς ἄρα ὁ Θηβαῖος Ἐπαμινών-