Ancient Greek
148.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 148.1
Unproofread scanNot analysed yet
VIII. ΜΑΝΤΑΕΤΗΡΙΚΟΣ. εἰ τὸ καθ’ ἑαυτοὺς εὖ διαθήσονται, ὥσπερ ἐν ζάλῃ κοινωροῦ, φησὶν ὁ Πλάτων, ὑπὸ πνεύματος φερομένου, ὁρῶντες τοὺς ἄλλους καταπιμπλαμένους ἀδικίας τε καὶ ἀνόμων ἔργων, αὐτοὶ στάντες ὑπὸ τείχιον, τὸ γε μὴ τὰ αὐτὰ παθεῖν τοῖς πολλοῖς κέρδος ἡγήσονται· ὅταν δὲ εἰσκαλῇ μὲν ὁ τῆς πολιτείας προεστῶς, ἐνδιδῷ δὲ ἐλπίδας χρηστὰς ἀπομένοις τῆς ἰατρίας καὶ τὰ παραγγέλματα καταδέχηται γεννικῶς, καὶ ἀπαιτῇ τὴν παραγγελίαν ὥσπερ ὀφλῆμα ἀναγκαῖον παρὰ τῆς τέχνης, καὶ μηδὲν αὐτῆς νοῦθέτημα ἄχρι τῶν ὥτων προσίῃται, ἀλλ’ ἐγχαράττῃ τὰς συμβουλίας τῇ ψυχῇ καὶ περιφέρῃ τὸν ἐφεξῆς χρόνον, καθάπερ ἐν στήλῃ ἀδάμαντος ἐγγεγραμμένας, ὁ τούτῳ μὴ προσιὼν συνεχῶς μηδὲ χειροῦθη κατασκευάζων, μήτ’ ἐπιδεικνύμενος τὴν τέχνην ἣν ἐπισχεῖται, ἀνηκουστεῖ μὲν φιλοσοφίας, ἀνηκουσταί δὲ Πλάτωνος τοῦ σοφοῦ, βασιλέα νέον ἐπιζητοῦντος εὖ πειρωκότα, ὡς τηρυκαῦτα μάλιστα τὴν χρείαν ἐπιδεῖξαι τὴν ἑαυτῆς δυνασομένης φιλοσοφίας.