Ancient Greek
148.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 148.3
Unproofread scanNot analysed yet
Καὶ διὰ ταῦτα ἐκεῖνος οὐκ ὤκνει διαπλέων ἐκ τῆς Ἀττικῆς τὸν Ἰόνιον, καὶ τὰ πρῶτα ἁμαρτῶν δευτέραν πείραν προσενεγκεῖν, καὶ τὰ δεύτερα ἀμειλθεὶς μηδὲ τὰ τρίτα ἀποκνησαί. καίτοι Πλάτων μὲν τῇ Λιονυσίου φύσει φιλονεικῶν ἐπεχείρει τοῖς ἀνιάτοις, τὴν δὲ σὴν φύσιν ἔξεστι καθορᾶν κηρύτου παντὸς ἐκμαγείου εὐπλαστοτέραν πρὸς ἀρετὴν. μᾶλλον δὲ τί δὲ κύκλῳ περιμέναι καὶ οὐχ αὐτὸν Πλάτωνα μάρτυρα παραστήσωσθαι; ὡς ἐκεῖνος μὲν πλέων ὡς Λιονυσίου τοὺς αὐτοῦ νόμους παρεώρα, οὗς ἔθετο ἡμῖν ὥσπερ γνωρίσματα φύσεως εὐαγώγου πρὸς βασιλικὴν ἀρετὴν, ἡμεῖς δὲ ταῦτὰ τὰ γνωρίσματα ἐξευρόντες ἀγαπητῶς συνδεδραμηκότα μᾶλλον ἀκούομεν Πλάτωνος ἢ αὐτὸς ἑαυτοῦ, καὶ τοῖς ἔχεσιν ἀκολουθοῦμεν, ὧν ὁ θέμενος ὠλγώρησε.