Ancient Greek
171.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 171.1
Unproofread scanNot analysed yet
IX ΠΡΟΤΡΕΠΤΙΚΟΣ. ἂ χρῆ σιωπᾶν, καὶ ὅσα πράττεω καλὸν καὶ ὅσα μὴ πράττειν ὠφελιμώτερον, καὶ ὅποτε ἐγείρεω χρῆ τὸν θυμὸν καὶ ὅποτε κατακοιμίζειν, καὶ τί διατήσοιεν ἀτύχημα καὶ ἀμάρτημα καὶ ἀδίκημα, καὶ ὅτι προσήκει τὸν βασιλέα τὸ μὲν οἰκειρίζειν, τὸ δὲ ἐπανορθοῦν, μόνον δὲ 124 τὸ ἔσχατον τιμωρεῖσθαι, καὶ ὅτι ἄλλο μὲν ἐλευθέρων ἄρχειν, ἄλλο δὲ οἰκετῶν, καὶ τὸ μὲν ἀρετῆς ὑπεροχή, τὸ δὲ τύχης πλεονεξία. συμπαῖδαγωγήσονται δὲ σε ἐμοὶ Πλάτων ὁ κλεινὸς καὶ ὁ θεσπίσιος Ἀριστοτέλης, οἱ καὶ τὸν μέγαν Ἀλέξανδρον ἐπαῖδαγωγήσαν. οὕτω Μακεδόνων 10 ἄνθρωπον Δαρείου καὶ Περσῶν ἐποίησαν κρείττω. ἀλλὰ χρῆ προσεῖναι τοῖς ἀνδράσι μετ’ εὐλαβείας τὸν μέλλοντα αὐτῶν ἀπολαύσεσθαι καὶ πρὸς ἀλήθειαν, οὐ πρὸς δό- b ξαν, καὶ ἀκούσθαι τῶν διδαγμάτων, οὐ παρακούσθαι. πρὸς δὲ τοῦτο ἵσως μὲν καὶ ἄλλοι διακονήσονται, ἐγὼ 15 δὲ ὀφειλακῶν πατρῴᾳ σοι χαριστήρια καὶ ἀντευσφéréw ἕτοιμος παρὰ λόγων ὧν τετύχηκα εἰς τούς λόγους.