Ancient Greek
171.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 171.3
Unproofread scanNot analysed yet
Ἔπάρχει δὲ σοι τὰ μὲν ῥᾷω πρὸς τὸ γενέσθαι τῶν πατέρων εὐκλεεστέρω, τὰ δὲ καὶ πολλῷ δυσκολώτερα. καὶ πῇ μὲν πλεονεκτεῖς ἤδη τούς σούς γονέας, πῇ δὲ 20 μεῖζον σοι μὴ ἡττᾶσθαι. ὅτι μὲν γὰρ ἔφυς ἐκ βασιλέων, οἱ δὲ ἐξ ἰδιώτου, πλεονεκτεῖς· ὅτι δὲ οἱ μὲν c ἀρετῆς ἄθλον ἐκαρπώσαντο τὴν βασιλείαν, σοὶ δὲ ἡ τοῦ γένους δίδοσι διὰδοχή, ταύτη φημὶ σοὶ καὶ τὴν ἅμιλλαν δυσκολωτέραν. χρῆ γάρ καὶ τῆς τύχης καὶ 25 τῶν πατέρων ἀμείνω φανῆναι, ὅ παρ’ ἐκείνων οὐδεὶς ἂν ἐπιζητήσμεν· ἀλλὰ τοῖς μὲν μικρὸν τὸ πρὸς τούς γονέας φιλονεικεῖν, σοὶ δὲ καὶ πᾶνω μέγα τὸ κατ’ ἴσον τοῖς πατράσιν ἐλθεῖν. τοῖς μὲν γὰρ πρὸς ἰδιώτην χρηστὸν ἦ, εἴπερ ἄρα, καὶ στρατηγὸν ἡ ἐξέτασις, σοὶ δὲ πρὸς 30 αὐτοκράτορας τῆς Ῥωμαίων ἀρχῆς, καὶ τούτους οὐχ d οἵους ἂν τις ἀριθμήσειε τῶν ἐπάνω. εἰτε γὰρ τὸν πρεσ-