Ancient Greek
172.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 172.1
Unproofread scanNot analysed yet
IX ΠΡΟΤΡΕΠΤΙΚΟΣ. βύτιρον πρῶτον ἐνδυμηθείης, οὐδεὶς οὕτως ἀθορύβου καὶ καθαρᾶς πρὸς βασιλείαν ἔτυχε ψήφου, οὐ Περσῶν ἀπικεμένων, οὐδὲ καταπεπληγμένης τῆς στρατιᾶς, οὐδὲ ἀγνοούντων οἱ γῆς ἑστίχασι τῶν ἐκείνην φερόντων τὴν ψῆφον, οὐδὲ τῆς τύχης, οὐχὶ τῆς γνώμης χειροτονούσης, ἀλλ’ ἐπ’ ἀδείας, ἐπ’ ἐξουσίας, ἐν ἐκκλησίᾳ κοινῇ καὶ συνόδῳ, αὐτῶν πρῶτον χειροτονούντων, ὅσοις εἰκὸς ἦν ἀμειβοῦσθαι. ἐκ’ οὖν ἐκείνων ἐννοήσεις εἴτε τὸν ὅντως πατέρα, ἐργώδές σοι τὸ ἀγώνισμα. εἰ γὰρ ὁ τῆς κοινῆς ψήφου τυχὼν οὐδὲ πρὸς μικρὸν ἐχαρίεῖτο μὴ εἴχῃ κοινωνὸν προστελέσθαι, πῶς οὐ μᾶλλον τούτῳ τὸ τῆς χειροτονίας σμινὸν βεβαιοῦται καὶ μᾶ ψήφῳ πλεονεκτεῖ τιμιωτάτῃ τὸν προσελόμενον; ὥστε χαλεπὸν μὲν καὶ πρὸς ἕνα ἀγωνίζεσθαι τοιούτων ἀγῶνα, σοὶ δὲ πολλῶν ἀσπλασίουος δεῖ τῆς σπουδῆς. χρὴ γὰρ μηδετέρου τῶν πατέρων ἀπολειφθῆναι.