Ancient Greek
177.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 177.1
Unproofread scanNot analysed yet
X ΕΠΙ ΤΗΣ ΕΙΡΗΝΗΣ ΟΥΛΑΔΕΝΤΙ. ᾤμην ἐγώ σοι καταχορῆς ἤδη καὶ πλήγαμος εἶναι, τοσαυτάκις ἐμπροσθεν διειλημμένος. ὥστε διὰ τοῦτο ἀπαύῥ νουν καὶ νῦν ποιήσασθαι πρόοδον ἐπὶ τοῖς λόγοις, μὴ δόξαιμι διοχλεῖν οὐδὲν δεομένῳ, ἀλλ’ ἐπειδὴ καὶ πᾶν προθυμούμενον ἡρεμεῖν οὐκ ἔας, ἀλλ’ ὡσπερ εἰσφορὰν ἐνιαύσιον φοιτᾶν οἶς σοι δεῖν καὶ τὴν ἐκ τῶν λόγων συντέλειαν, εἴκειν μὲν ἀναγκαῖον, αὐτόθεν δὲ ἔστω μοι τὸ προοίμιον. οὐδὲ γὰρ ἄλλο τι πρότερον τῶν σῶν ἀγαθῶν ἀποδέχεσθαι προσῆκει τοὺς λόγους ἢ περὶ ἑαυτοὺς προθυμίαν.