Ancient Greek
177.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 177.3
Unproofread scanNot analysed yet
Καὶ δῆτα ἐπαινῶ σου τοῦτο πρῶτον, ὦ βασιλεῦ, ὅτι τοῖς γεωργοῖς ἀνέναι προθυμῆ τὰ λειτουργήματα, τοῖς φιλοσοφοῦσι δὲ οὐ συγχωρεῖς, ἀλλὰ τοὺς μὲν ἡδιστἄν ἴδοις καθ’ ἕκαστον ἔτος ἐλάττον εἰσφέροντας ὧν προσήνεγκαν, παρὰ τῶν λόγων δὲ ἀεὶ τι πλεῖον εἰσπράττη. καὶ τὸ γε ἐπὶ τούτου θαυμασιώτερον, ὅτι καὶ τῶν λόγων αὐτῶν προτιμοτέρους ἄγεις τοὺς ἡμετέρους τῶν ὁμολαύττων. αἴτιον δέ· οὐ γὰρ ἐκκρέμασαι τῶν ὀνομάτων, ἀλλὰ τὸν ἐνδεδυκότα αὐτοῖς νοῦν ἐρευνᾷς, οὐδὲ τοῦ κάλλους τῶν ῥημάτων ἐάλωκας, ἀλλὰ τοῦ κόσμου τῆς διανοίας, καὶ διὰ τοῦτο, ὡς ἔοικεν, ἐντιμοτέραν ἔχει παρὰ σοὶ τάξιν φιλοσοφία ῥητορικῆς. ὁ γὰρ μάλιστα ἀγαπᾷς, τοῦτο μάλιστα ἐσπούδακεν αὐτῇ