Ancient Greek
180.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 180.3
Unproofread scanNot analysed yet
πρόρριζον ἐκκόπτειν παντελῶς τὸ συμπλήρωμα τῆς φύσως τῆς ἀνθρωπίνης, ἀλλ᾽ ἐπικαίρουστας τὴν αὐθάδιαν σώζειν ἤδη καὶ περιστέλλειν, ὡς τῆς ἀρχῆς μοίραν γεγενημένους. Ἔχει γὰρ οὕτως ὅστις μὲν ἀγρίως ἐπέξειδὼν ἀπάνθαδιασαμένοις τοῖς βαρβάροις, οὕτως Ῥωμαίων μόνων ἑαυτὸν βασιλεία ποιεῖ, ὅστις δὲ κρατεῖ μὲν, φείδεται 132 a δὲ, οὐδὲν ἑαυτὸν βασιλεία πάντων ἀνθρώπων, καὶ μᾶλλον ἐκείνων οὓς διετήρησε καὶ διέσωσεν, ἔχον ἀνελεῖν παντελῶς. ὡς ἔγνω οὐδὲ τὸν κομψὸν Ἀγαμέμνονα φαίνω ἂν λέγειν βασιλικῶς, ἐπιτιμῶντα τῷ ἀδελφῷ μαλαττομένῳ πρὸς τὸν ἱκέτην, καὶ πικρὰν οὕτως εὐχήν καὶ ἀλλόκοτον προσευχόμενον, μηδένα τῶν Τρώων διαφυγεῖν, μηδ᾽ ὄντινα γαστέρι μήτηρ κοῦφον ἔοντα φέρει, μηδὲ τοῦτον διαφυγεῖν, ἀλλὰ καὶ τοὺς οὔπω τεχθέντας ἀπολέσθαι πρὸ τοῦ γενέσθαι. ἀλλ᾽, ὡς δοκεῖν, οὐκ ἦν εὐρυχρείων ἀληθινός, ἀλλ᾽ Ἀργείων μόνων βασιλεύς καὶ Μυκηναίων, ἀνθρώπων δὲ οὔ. καίτοι γε Ὀμηρος b