Ancient Greek
180.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 180.1
Unproofread scanNot analysed yet
X ΕΠΙ ΤΗΣ ΕΙΡΗΝΗΣ. ἀπλήστονς ἐπιθυμίας, ἀντικαθήμενα γένη τῷ λογισμῷ, καθάπερ Ῥωμαίους Σκύθας καὶ Γερμανούς. ὥσπερ οὖν τὰ παῖδα ταῦτα, ἵναι ἐπανίσταται τῷ βελτίονι, παντάπασιν μὲν ἐξελθεῖν οὔτε δυνατόν οὔτε συμφέρον, ἀλλὰ χρείας ἔχειν ἡ φύσις ἐγκατάσπειρε τῇ ψυχῇ, ἀπόχυσιν δὲ παρέχεσθαι καὶ εὐήκοα ταῖς ἐκ τοῦ νοῦ παραγγελίαις τῆς ἀρετῆς ἔργον ἐστίν, οὕτω καὶ τῶν βαρβάρων ἔργον, οἷς τοὔνομα τοῦτο ἐπαληθεύεται, ὅταν παρακινήσαντας καταλάβωσι τοὺς βαρβάρους, τὸ μὴ πρόρριζον ἐκκόπτειν παντελῶς τὸ συμπλήρωμα τῆς φύσεως τῆς ἀνθρωπίνης, ἀλλ’ ἐπικόψαντες τὴν αὐθάδειαν σῴζειν ἤδη καὶ περιστέλλειν, ὡς τῆς ἀρχῆς ποι-