Ancient Greek
403.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 403.3
Unproofread scanNot analysed yet
322, 2 αὐτῇ] αὐτὰ. Μενεκ. ΠΕΡΙ ΦΙΛΙΑΣ. Τι δὴ ποτε, ὦ μακάριοι, ἂν μὲν τις ὑμῖν διηγῆται περὶ τῶν Τρώων καὶ Ἀχαιῶν, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἢ περὶ τῆς Ξέρξου στρατείας, ἣν ἤλασεν ὑπὲρ Ἑλλησπόντου κατὰ τῆς Ἑλλάδος, ἢ περὶ τῆς Ἑλλάδος αὐτῆς, ὅποσα ἀνέτλη πρὸς ἑαυτὴν στασιάζουσα, ἐκ τούτων μὲν ἤδεσθε τῶν λόγων καὶ κατέχεσθε κηλούμενοι, καὶ τοὺς υἱᾶς ἀξιοῦτε μανθάνειν ἀξέμανους ἀπὸ τῆς μήνιδος τῆς Ἀχιλλέως, ὡς ταύτην οὖσαν ἱκανὴν παιδεύειν καὶ διὰ τοῦτο σωφρότερους ἐσομένους, ἐὰν ἐπίστωνται πολέων τε καὶ ἰδιωτῶν πολέμους τε καὶ ἔχθρας καὶ τὰς ἀπ’ αὐτῶν συμφοράς, τῶν δὲ ὑπὲρ φιλίας λόγων καὶ ὅποσα ἀνθρώπους ὀνίνησιν οὐδὲν πώποτε ἐφροντίσατε, οὔτε αὐτοὶ βουλόμενοι μαθεῖν οὔτε τοῖς παισὶν ὑμῶν παρακελευόμενοι· καίτοι ἐρω μέν ἀπολέσθαι ἐκ τῶν ἀνθρώπων αὐτὸς εὔχεται ὁ τῆς ἔριδος ποιητής, ἄνευ δὲ φιλίας οὐδεὶς ἂν ἔλοιτο ζῆν ἔχων τὰ λοιπὰ ἀγαθά. ὅστις μὲν οὖν δὴ ὀλίγου ἀξίων τὸ πρᾶγμα νομίζει, ἴστω σφόδρα ὀλίγου ἄξιος ὢν, ὅτω δὲ εὐπετὲς εἶναι δοκεῖ, τῶν Θεόγνιδος ἀκούσατω, Πανῦρος εὐρήσεις, Πολυπατὴρ, ἄνδρας ἑταίρους, πιστοὺς ἐν χαλεποῖς πράγμασι γινομένους. τι οὖν ἐστιν ὁ θαυμάζετε περὶ τὸν λόγον; ἢ ὑμεῖς μὲν οὐ θαυμάζετε· φιλήκοοι γάρ ἐστε καὶ πᾶν ἀκούετε προθύμως ὅ τι ἂν τις λέγῃ· λέγουσι δὲ οὐ ταῦτα οἱ λέ-