Ancient Greek
405.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 405.1
Unproofread scanNot analysed yet
XXII. ΠΕΡΙ ΦΙΛΙΑΣ. γοντες, ἀλλ’ οἱ μὲν ἐπαινοῦσιν ὑμᾶς συνάγοντες, οἱ δὲ ἐμμελετῶσι τὴν δεινότητα, οἱ δὲ ᾄδουσι καὶ προσάδουσι γλυκιδιῶν τε καὶ μαλαχὴν καταχέοντες ὑμῶν ἀρμονίαν, λόγους δὲ δι’ οὓς ἂν ἄνθρωποι ἀμείνον ζῶσιν οὐ σφόδρα εὐπορεῖν μοι δοκεῖτε οὐχ ὑμετέρα κάκχρ, τῶν δὲ λεγομένων φιλοσοφεῖν, οἱ σφίσιν ἀποχρὴν ὑπελήφασιν ἐν γωνίᾳ μόνῃ πρὸς τὰ μειράκια ψιθυρίζειν, φεύγον δὲ τὰ μέσα τῆς πόλεως κατὰ τὸν Καλλικλέους ὀνυδιαμόν, καὶ τὰς ἀγορὰς, ἐν αἷς φησιν ὁ ποιητὴς ἀρπροπεσίας τελέθειν τοὺς ἄνδρας. τούτους μὲν οὖν ἑατῶν ἐνταυθοῖ μένειν οὔπερ μένειν ἐθέλουσιν, ἡμῖν δὲ προσαχτέον εἰς τὸ φῶς τοὺς λόγους καὶ συνεθιστέον αὐτοὺς ὄχλον τε ἀνέχεσθαι καὶ θόρυβον ὑπομένειν καὶ δήμω φωνὴν συγκαθήμενον. πάντως εἰ καθ’ ἕνα εὖ ποιεῖν ἱκανοί, καὶ πολλοὺς ἅμα δυνήσονται. οὐ γὰρ τοῖς σιτίοις ἴσως εἶοικαν, ὅσοι ἐνὶ μὲν καὶ δυοῖν ἀντάρκη, πλείους δὲ οὐχὲτ’ ἂν χορέσειαν δαιτημόνας, ἀλλὰ ταῖς ἀκτίσι μᾶλλον τοῦ μεγάλου θεοῦ, αἳ τοῖν δυοῖν ὀφθαλμοῖν τοὺς μυρίους οὐχ ἧττον καταλάμπουσιν.