Ancient Greek
405.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 405.3
Unproofread scanNot analysed yet
Ἄλλ’ ἐπιστρεπτέον τὸν λόγον οὐ προάγοντες αὐτὸν ἀπεπλανήθημεν. καλὸν μὲν δὴ καὶ Φιλίππῳ τέχνην γινώσκειν, ἥ διαγνώσεται τοὺς καλοὺς ἵππους τῶν φαυλωτέρων, καλὸν δὲ καὶ φιλοχρύσω τὴν λίθον πεπᾶσθαι, ἥ βασανίζουσι τὸν χρυσόν· κτῆσαιτο δ’ ἂν καὶ βοῖς ἀμείνους ὁ βοῶν ἀρετὴν ἐπισκεμμένος καὶ πλοῖον ὁ ναυτικὸς καὶ κύνας ὁ κυνηγέτης. ἐγὼ δὲ τὰ μὲν ἄλλα εἰμὶ φαῦλος καὶ ἄτεχνος, καὶ οὔτε ἀγαπῶ σφόδρα οὔτε ἐπίσταμαι κρίνειν, ἑνὸς δὲ εἰμὶ κτήματος ἐραστής, φιλίας ἀληθινῆς καὶ ἀδόλου, καὶ τοῦτο ἂν ἐλοίμην ὑπάρχει μοι μᾶλλον ἢ Νισαῖον ἵππον καὶ κύνα Κελγόν καὶ τὸ Δαρείου χρυσίον καὶ τὸν ἐν Κρήτῃ ταῦρον καὶ τὴν Ἀχιλλέως ἀσπίδα, ἣν ἐποίησεν Ὀμηρος ἐν τῷ πρῶ