Ancient Greek
446.2
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 446.2
Unproofread scanNot analysed yet
νᾶς. ἀλλ᾽ ἐκεῖνο δίκαιον ὑμᾶς ἐξετάζειν, ὅτι μοι ἐξὸν οὔ σίτου μόνον διακοσίους μεδίμνους οὐδὲ ἐλαίου ἵσα κέραμια —καίτοι τοὔλαιον γε οὔπω ἴσασιν οἱ κατήγοροι, ἀλλ᾽ ἐξέφυγέ με οὐχ οἶδ᾽ ὅπως, ἵνα μᾶλλον σφαδεξοῦεν καὶ ἀγανακτοῖεν —ἀλλ᾽ ὅτι μοι οὐ ταῦτα μόνα ἐξὸν παρὰ βασιλέως καρποῦσθαι, ἀλλ᾽ ἐκείνου τοῦ μακροῦ καταλόγου τῆς τρυφῆς καὶ τῆς εὐπαιδείας, ὁποῖα ταῖς δέλτοις ἀκολουθεῖ ταῖς σφυρηλάτοις, καὶ ταῦτα οὔτε ληφθέντα οὔτε θωπεύσαντα οὔτε ἑτέρῳ προστάτῃ χρησάμενον καὶ προσηγόρω, ἀλλ᾽ αὐτοῦ παρόντος ἐπὶ τοῖς λόγοις, ὧν αὐτήκοος ἐγένετο οὐχ ἅπαξ οὐδὲ δις, ἀλλὰ πολλάκις, ὥστε ἀξιώσαι τῶν μεγίστων γερῶν, ὅμως ταῦτά μοι ἐξὸν οὐχ ὑπέῤῥξα οὐδ᾽ ὑπήκουσα, καὶ πάνυ προθυμουμένου. εἰ δὲ ἑρδῶς ἢ μή, κοινῶν οἱ γένεσθε τῆς γνώμης.