Ancient Greek
446.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 446.3
Unproofread scanNot analysed yet
Φαίνεται μοι αἴσχιστον εἶναι καὶ ἀλλότριον ἀνδρὸς ἐλευθέρου τὸ ψεύδεσθαι εἰς τὸ κυριώτατον τῶν ἑαυτοῦ καὶ ἐξαπατᾶν τοὺς ἀνθρώπους· κυριώτατον δὲ τῶν ἑαυτοῦ καὶ ἔργων καὶ παιθημάτων ὁ τύπος τοῦ βίου καὶ ὁ χαρακτήρ ὃν ὑποδύεται. ὅστις οὖν φιλοσοφίας μεταποιούμενος, καὶ τοῦτο τοὔνομα ἔλκων τε καὶ ἀναγκάζων, ἵστα τε ὀεία ταρίχη καὶ ζυγομαχεῖ τοῖς ταμίας, τὸν οἶνον καὶ τὰ ὄψα ἀπαργυρίζων, οὗτος ψεύδεται μὲν τὸ τριβώνιον, ἅττει δὲ ἐπὶ τὴν ζώνην καὶ τὴν χλαμύδα, καὶ φορτικώτερός ἐστι τῶν τὰ ὅπλα φερόντων στρατιωτῶν. διὰ ταῦτα οὖν ὅσα μὲν τὴν χρείαν μοι ἀναγκαίαν εἶχε καὶ οἷς σιτοδοτεῖ βασιλεὺς τοὺς οἰκήτορας τῆς πόλεως, οὐ τοὺς στρατιώτας, ἀπολαύω καὶ αὐτός, ὦ ἄνδρες, τὸ μέρος· μετέχω γὰρ τῆς πολιτείας καὶ τὴν ἐνθάδε ξυνοίκησιν προετίμησα τῆς ἐνεγκούσης, ἐν ᾗ ἄπερ τις διάγειν ἔψην, κατατέμνεσθαι ἂν ἄξιος εἴην, εἰ πυρῶν ἐτέρωθι προσδεοίμην. ὅσα δὲ μοι τὸ βαλάντιον ἔμελλε γεμίζειν, οὐ τὸν λιμὸν ἀκεῖσθαι τῶν ἀνθραπόδων, καὶ ὅσα ἀνάγκη εἰσδεχόμενον ἦν εὐθὺς