Ancient Greek
497.2
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 497.2
Unproofread scanNot analysed yet
καὶ τοὔνομα περιηρῆθαι οὐδαμῶν τῷ τριβωλῷ, ἀπὸ σχυρισάμην τε ἀτενῶς καὶ οὐχ ἥσχυνα τοὺς προγόνους, οὐ τὰ αὐτὰ ἐφρόνουν περὶ βασιλέως καὶ φιλοσόφου καὶ ἄμφω ἐνόμιζον κατοικεῖν ὁμοίως ἐν ταῖς κορυφαῖς τῆς ἀνθρωπίνης εὐδαιμονίας καὶ προσωτέρω οὐκ ἔχειν ἢ b προβήσετον. τὸν δὲ οἴόμενον καὶ μείζον τι ἕτερον ὑπερ-ροπολοῦντα κάτω που ἐστὶ πλανᾶσθαι οὐδ’ ἀνελθεῖν εἰς ἐκείνην τὴν σκοπιάν, ἡ ὑψηλοτάτη τέ ἐστι καὶ ὑπερκύπτει τὸν οὐρανόν· ἐνθεν οὐ μόνον γῆ καὶ θά-λαττα ἄποπτος πᾶσα, ἀλλὰ καὶ ὁ θρόνος αὐτοῦ τοῦ Διὸς καὶ ἡ ἀληθινὴ προεδρία καὶ αἱ πηγαὶ τοῦ νέκτα-ρος καὶ ὁ λειμὼν τῆς ἀμβροσίας· οὐ ἀναβῆναι οὐκ ἐστι δέλω χρυσῇ ἐποχομένους, ἀλλ’ εἰ τις ἐκείνης κρατήσειε καὶ ἐπαύροιτο τῆς ἀρχαίας καὶ ἀθριπheedéston, ἐν ἧ Πλάτων καὶ Πυθαγόρας τὰ γράμματα ἐχαραξά-c την. ποῖον οὖν ἐγὼ σιτοφυλάκιον ἐκνεύ τοῖς ὁμιλη-ταῖς τοῖς ἐμοῖς; ποίους δὲ πυροὺς ἐπιχέω, καθάπερ τοῖς νεωνήτοις τὰ καταχύματα; καὶ Ἀριστιππον μὲν τὸν Κυρηναῖον καὶ ταῦτα δεκαπλασίους ὄντες οἱ Λιο-νυσίου πυροὶ οὐκ ἐποίησαν σοφιστήν· ἐγὼ δὲ ὑπερα-κοντίζω καὶ τὸν Γοργίαν, ὡς δοκεῖν, ἐπὶ ταῖς τριάκοντα χοίνυξιν.