Ancient Greek
497.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 497.3
Unproofread scanNot analysed yet
Ἄλλὰ δῆτα αὐτὸς μὲν ἀποκλείω τὸ ταμιεῖον καὶ ἦτον ἂν χαλκοῦν τῷ προείμην ἢ ξύμπασαν ὁμοῦ γεω-μετρίαν καὶ ἀριθμοὺς· ἀπεθουκόλησα δὲ ἕνα τῶν νέων d χρηστὸν τε ἄγαν καὶ τεθραμμένον ἐν ὀρφανία, ὃς οἰ-κουρεῖ ὑπὲρ ἐμοῦ καὶ προτίθεται δύο τραπέζας, τὴν μὲν τρυφῆς γέμουσαν, τὴν δὲ ἀργυρίων· κάτω προ-σχονται αὐταῖς καὶ ἐκκρέμανται οἱ Ἀριστοτέλους μὲν οὐδὲν δεόμενοι, βίου δὲ χρήζοντες καὶ τοῦ γεμίζεσθαι τὴν γαστέρα· καὶ δορυφορεῖ με ἐμβάλλοντα εἰς τὴν ἀγορὰν καὶ συρφετὸς οὗτος καὶ ἡ γρυμαία, κεκραγὼς