Ancient Greek
56.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 56.3
Unproofread scanNot analysed yet
“Οθεν μοι καὶ ἄπορος καὶ ἀμήχανος ἡ ἐκτισις γίνεται μᾶλλον ἢ Ξενοφῶντι. πρὶν μὲν γὰρ ἐνομίζετο ἐν ἀνθρώποις πλοῦτοι μὲν καὶ ἀρχαὶ καὶ σατραπεῖαι δῶρα ἀγαθῶν βασιλέων, βιβλία δὲ καὶ γράμματα καὶ συγγράμματα φιλοσοφίας ἔργα καὶ ἀναθήματα· νῦν δὲ ὁ μόνον εἶχον οἱ λόγοι χαριστήριον ἐν δυνάμει, τοῦτο αὐτὸς παραλαβὼν ἐδωρήσατο βασιλεύς. οὐκοῦν ἐστι μοι θρῖπτεσθαι καὶ ἀκκίζεσθαι, καθάπερ Ἰσοκράτης ὁ Θεοδώρου, ὅτι σμικρότερα καὶ ἰσχυρότερα τὰ ἐμὰ δωρήματα καὶ οὔτε ἐν χρόνῳ γηράσκει οὔτε ἐν τόπῳ καθεῖργεται. ὁ γὰρ μέγα καὶ πάμμεγα εἴπω ὑπὲρ τῶν λόγων, μετὰ τῆς βασιλείας γίνεται δωρεᾶς.