Ancient Greek
56.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 56.4
Unproofread scanNot analysed yet
Λείπεται οὖν μοι, ὡς δοκεῖ, συμπορίσασθαι ἵππους καὶ ἱμάτια καὶ οἰνοχόους καὶ πλέθρα γῆς ψιλῆς καὶ πεφυτευμένης καὶ ταῦτα ἀντεισφέρειν τῷ βασιλεῖ ἐπὶ τῷ λόγῳ, εἴπερ γε δεῖ ἀμφοτέρους τὰ ἔργα ἀνταλλάξασθαι. ἀλλ’ οὐ γὰρ ἀλλὰ τολμητέον δή κατὰ δύναμιν ὡς τὰ μὲν χρήματα τὰ ἐμὰ καταγέλαστα καὶ πενία πολλὴ καὶ ἐλάττω ἢ ψυχὰς πρὸς τὸν ὠκεανόν, οὐ μόνον ὅσα ἐγὼ κέκτημαι νῦν, ἀλλὰ καὶ ὅσα ὁ πατὴρ ποτε